1
εδειξεν μοι κυριος δυο καλαθους συκων κειμενους κατα προσωπον ναου κυριου μετα το αποικισαι ναβουχοδονοσορ βασιλεα βαβυλωνος τον ιεχονιαν υιον ιωακιμ βασιλεα ιουδα και τους αρχοντας και τους τεχνιτας και τους δεσμωτας και τους πλουσιους εξ ιερουσαλημ και ηγαγεν αυτους εις βαβυλωνα
2
ο καλαθος ο εις συκων χρηστων σφοδρα ως τα συκα τα προιμα και ο καλαθος ο ετερος συκων πονηρων σφοδρα α ου βρωθησεται απο πονηριας αυτων
3
και ειπεν κυριος προς με τι συ ορας ιερεμια και ειπα συκα τα χρηστα χρηστα λιαν και τα πονηρα πονηρα λιαν α ου βρωθησεται απο πονηριας αυτων
4
και εγενετο λογος κυριου προς με λεγων
5
ταδε λεγει κυριος ο θεος ισραηλ ως τα συκα τα χρηστα ταυτα ουτως επιγνωσομαι τους αποικισθεντας ιουδα ους εξαπεσταλκα εκ του τοπου τουτου εις γην χαλδαιων εις αγαθα
6
και στηριω τους οφθαλμους μου επ' αυτους εις αγαθα και αποκαταστησω αυτους εις την γην ταυτην εις αγαθα και ανοικοδομησω αυτους και ου μη καθελω και καταφυτευσω αυτους και ου μη εκτιλω
7
και δωσω αυτοις καρδιαν του ειδεναι αυτους εμε οτι εγω ειμι κυριος και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον οτι επιστραφησονται επ' εμε εξ ολης της καρδιας αυτων
8
και ως τα συκα τα πονηρα α ου βρωθησεται απο πονηριας αυτων ταδε λεγει κυριος ουτως παραδωσω τον σεδεκιαν βασιλεα ιουδα και τους μεγιστανας αυτου και το καταλοιπον ιερουσαλημ τους υπολελειμμενους εν τη γη ταυτη και τους κατοικουντας εν αιγυπτω
9
και δωσω αυτους εις διασκορπισμον εις πασας τας βασιλειας της γης και εσονται εις ονειδισμον και εις παραβολην και εις μισος και εις καταραν εν παντι τοπω ου εξωσα αυτους εκει
10
και αποστελω εις αυτους τον λιμον και τον θανατον και την μαχαιραν εως αν εκλιπωσιν απο της γης ης εδωκα αυτοις