1
εαν εξαποστειλη ανηρ την γυναικα αυτου και απελθη απ' αυτου και γενηται ανδρι ετερω μη ανακαμπτουσα ανακαμψει προς αυτον ετι ου μιαινομενη μιανθησεται η γυνη εκεινη και συ εξεπορνευσας εν ποιμεσιν πολλοις και ανεκαμπτες προς με λεγει κυριος
2
αρον εις ευθειαν τους οφθαλμους σου και ιδε που ουχι εξεφυρθης επι ταις οδοις εκαθισας αυτοις ωσει κορωνη ερημουμενη και εμιανας την γην εν ταις πορνειαις σου και εν ταις κακιαις σου
3
και εσχες ποιμενας πολλους εις προσκομμα σεαυτη οψις πορνης εγενετο σοι απηναισχυντησας προς παντας
4
ουχ ως οικον με εκαλεσας και πατερα και αρχηγον της παρθενιας σου
5
μη διαμενει εις τον αιωνα η διαφυλαχθησεται εις νεικος ιδου ελαλησας και εποιησας τα πονηρα ταυτα και ηδυνασθης
6
και ειπεν κυριος προς με εν ταις ημεραις ιωσια του βασιλεως ειδες α εποιησεν μοι η κατοικια του ισραηλ επορευθησαν επι παν ορος υψηλον και υποκατω παντος ξυλου αλσωδους και επορνευσαν εκει
7
και ειπα μετα το πορνευσαι αυτην ταυτα παντα προς με αναστρεψον και ουκ ανεστρεψεν και ειδεν την ασυνθεσιαν αυτης η ασυνθετος ιουδα
8
και ειδον διοτι περι παντων ων κατελημφθη εν οις εμοιχατο η κατοικια του ισραηλ και εξαπεστειλα αυτην και εδωκα αυτη βιβλιον αποστασιου εις τας χειρας αυτης και ουκ εφοβηθη η ασυνθετος ιουδα και επορευθη και επορνευσεν και αυτη
9
και εγενετο εις ουθεν η πορνεια αυτης και εμοιχευσεν το ξυλον και τον λιθον
10
και εν πασιν τουτοις ουκ επεστραφη προς με η ασυνθετος ιουδα εξ ολης της καρδιας αυτης αλλ' επι ψευδει
11
και ειπεν κυριος προς με εδικαιωσεν την ψυχην αυτου ισραηλ απο της ασυνθετου ιουδα
12
πορευου και αναγνωθι τους λογους τουτους προς βορραν και ερεις επιστραφητι προς με η κατοικια του ισραηλ λεγει κυριος και ου στηριω το προσωπον μου εφ' υμας οτι ελεημων εγω ειμι λεγει κυριος και ου μηνιω υμιν εις τον αιωνα
13
πλην γνωθι την αδικιαν σου οτι εις κυριον τον θεον σου ησεβησας και διεχεας τας οδους σου εις αλλοτριους υποκατω παντος ξυλου αλσωδους της δε φωνης μου ουχ υπηκουσας λεγει κυριος
14
επιστραφητε υιοι αφεστηκοτες λεγει κυριος διοτι εγω κατακυριευσω υμων και λημψομαι υμας ενα εκ πολεως και δυο εκ πατριας και εισαξω υμας εις σιων
15
και δωσω υμιν ποιμενας κατα την καρδιαν μου και ποιμανουσιν υμας ποιμαινοντες μετ' επιστημης
16
και εσται εαν πληθυνθητε και αυξηθητε επι της γης εν ταις ημεραις εκειναις λεγει κυριος ουκ ερουσιν ετι κιβωτος διαθηκης αγιου ισραηλ ουκ αναβησεται επι καρδιαν ουκ ονομασθησεται ουδε επισκεφθησεται και ου ποιηθησεται ετι
17
εν ταις ημεραις εκειναις και εν τω καιρω εκεινω καλεσουσιν την ιερουσαλημ θρονος κυριου και συναχθησονται εις αυτην παντα τα εθνη και ου πορευσονται ετι οπισω των ενθυμηματων της καρδιας αυτων της πονηρας
18
εν ταις ημεραις εκειναις συνελευσονται οικος ιουδα επι τον οικον του ισραηλ και ηξουσιν επι το αυτο απο γης βορρα και απο πασων των χωρων επι την γην ην κατεκληρονομησα τους πατερας αυτων
19
και εγω ειπα γενοιτο κυριε οτι ταξω σε εις τεκνα και δωσω σοι γην εκλεκτην κληρονομιαν θεου παντοκρατορος εθνων και ειπα πατερα καλεσετε με και απ' εμου ουκ αποστραφησεσθε
20
πλην ως αθετει γυνη εις τον συνοντα αυτη ουτως ηθετησεν εις εμε οικος ισραηλ λεγει κυριος
21
φωνη εκ χειλεων ηκουσθη κλαυθμου και δεησεως υιων ισραηλ οτι ηδικησαν εν ταις οδοις αυτων επελαθοντο θεου αγιου αυτων
22
επιστραφητε υιοι επιστρεφοντες και ιασομαι τα συντριμματα υμων ιδου δουλοι ημεις εσομεθα σοι οτι συ κυριος ο θεος ημων ει
23
οντως εις ψευδος ησαν οι βουνοι και η δυναμις των ορεων πλην δια κυριου θεου ημων η σωτηρια του ισραηλ
24
η δε αισχυνη καταναλωσεν τους μοχθους των πατερων ημων απο νεοτητος ημων τα προβατα αυτων και τους μοσχους αυτων και τους υιους αυτων και τας θυγατερας αυτων
25
εκοιμηθημεν εν τη αισχυνη ημων και επεκαλυψεν ημας η ατιμια ημων διοτι εναντι του θεου ημων ημαρτομεν ημεις και οι πατερες ημων απο νεοτητος ημων εως της ημερας ταυτης και ουχ υπηκουσαμεν της φωνης κυριου του θεου ημων