1
και ουτοι οι λογοι της βιβλου ους απεστειλεν ιερεμιας εξ ιερουσαλημ προς τους πρεσβυτερους της αποικιας και προς τους ιερεις και προς τους ψευδοπροφητας επιστολην εις βαβυλωνα τη αποικια και προς απαντα τον λαον
2
υστερον εξελθοντος ιεχονιου του βασιλεως και της βασιλισσης και των ευνουχων και παντος ελευθερου και δεσμωτου και τεχνιτου εξ ιερουσαλημ
3
εν χειρι ελεασα υιου σαφαν και γαμαριου υιου χελκιου ον απεστειλεν σεδεκιας βασιλευς ιουδα προς βασιλεα βαβυλωνος εις βαβυλωνα λεγων
4
ουτως ειπεν κυριος ο θεος ισραηλ επι την αποικιαν ην απωκισα απο ιερουσαλημ
5
οικοδομησατε οικους και κατοικησατε και φυτευσατε παραδεισους και φαγετε τους καρπους αυτων
6
και λαβετε γυναικας και τεκνοποιησατε υιους και θυγατερας και λαβετε τοις υιοις υμων γυναικας και τας θυγατερας υμων ανδρασιν δοτε και πληθυνεσθε και μη σμικρυνθητε
7
και ζητησατε εις ειρηνην της γης εις ην απωκισα υμας εκει και προσευξασθε περι αυτων προς κυριον οτι εν ειρηνη αυτης εσται ειρηνη υμιν
8
οτι ουτως ειπεν κυριος μη αναπειθετωσαν υμας οι ψευδοπροφηται οι εν υμιν και μη αναπειθετωσαν υμας οι μαντεις υμων και μη ακουετε εις τα ενυπνια υμων α υμεις ενυπνιαζεσθε
9
οτι αδικα αυτοι προφητευουσιν υμιν επι τω ονοματι μου και ουκ απεστειλα αυτους
10
οτι ουτως ειπεν κυριος οταν μελλη πληρουσθαι βαβυλωνι εβδομηκοντα ετη επισκεψομαι υμας και επιστησω τους λογους μου εφ' υμας του τον λαον υμων αποστρεψαι εις τον τοπον τουτον
11
και λογιουμαι εφ' υμας λογισμον ειρηνης και ου κακα του δουναι υμιν ταυτα
12
και προσευξασθε προς με και εισακουσομαι υμων
13
και εκζητησατε με και ευρησετε με οτι ζητησετε με εν ολη καρδια υμων
14
και επιφανουμαι υμιν
15
οτι ειπατε κατεστησεν ημιν κυριος προφητας εν βαβυλωνι
21
ουτως ειπεν κυριος επι αχιαβ και επι σεδεκιαν ιδου εγω διδωμι αυτους εις χειρας βασιλεως βαβυλωνος και παταξει αυτους κατ' οφθαλμους υμων
22
και λημψονται απ' αυτων καταραν εν παση τη αποικια ιουδα εν βαβυλωνι λεγοντες ποιησαι σε κυριος ως σεδεκιαν εποιησεν και ως αχιαβ ους απετηγανισεν βασιλευς βαβυλωνος εν πυρι
23
δι' ην εποιησαν ανομιαν εν ισραηλ και εμοιχωντο τας γυναικας των πολιτων αυτων και λογον εχρηματισαν εν τω ονοματι μου ον ου συνεταξα αυτοις και εγω μαρτυς φησιν κυριος
24
και προς σαμαιαν τον νελαμιτην ερεις
25
ουκ απεστειλα σε τω ονοματι μου και προς σοφονιαν υιον μαασαιου τον ιερεα ειπε
26
κυριος εδωκεν σε εις ιερεα αντι ιωδαε του ιερεως γενεσθαι επιστατην εν τω οικω κυριου παντι ανθρωπω προφητευοντι και παντι ανθρωπω μαινομενω και δωσεις αυτον εις το αποκλεισμα και εις τον καταρρακτην
27
και νυν δια τι συνελοιδορησατε ιερεμιαν τον εξ αναθωθ τον προφητευσαντα υμιν
28
ου δια τουτο απεστειλεν προς υμας εις βαβυλωνα λεγων μακραν εστιν οικοδομησατε οικιας και κατοικησατε και φυτευσατε κηπους και φαγεσθε τον καρπον αυτων
29
και ανεγνω σοφονιας το βιβλιον εις τα ωτα ιερεμιου
30
και εγενετο λογος κυριου προς ιερεμιαν λεγων
31
αποστειλον προς την αποικιαν λεγων ουτως ειπεν κυριος επι σαμαιαν τον νελαμιτην επειδη επροφητευσεν υμιν σαμαιας και εγω ουκ απεστειλα αυτον και πεποιθεναι εποιησεν υμας επ' αδικοις
32
δια τουτο ουτως ειπεν κυριος ιδου εγω επισκεψομαι επι σαμαιαν και επι το γενος αυτου και ουκ εσται αυτων ανθρωπος εν μεσω υμων του ιδειν τα αγαθα α εγω ποιησω υμιν ουκ οψονται