1
περιδραμετε εν ταις οδοις ιερουσαλημ και ιδετε και γνωτε και ζητησατε εν ταις πλατειαις αυτης εαν ευρητε ανδρα ει εστιν ποιων κριμα και ζητων πιστιν και ιλεως εσομαι αυτοις λεγει κυριος
2
ζη κυριος λεγουσιν δια τουτο ουκ επι ψευδεσιν ομνυουσιν
3
κυριε οι οφθαλμοι σου εις πιστιν εμαστιγωσας αυτους και ουκ επονεσαν συνετελεσας αυτους και ουκ ηθελησαν δεξασθαι παιδειαν εστερεωσαν τα προσωπα αυτων υπερ πετραν και ουκ ηθελησαν επιστραφηναι
4
και εγω ειπα ισως πτωχοι εισιν διοτι ουκ εδυνασθησαν οτι ουκ εγνωσαν οδον κυριου και κρισιν θεου
5
πορευσομαι προς τους αδρους και λαλησω αυτοις οτι αυτοι επεγνωσαν οδον κυριου και κρισιν θεου και ιδου ομοθυμαδον συνετριψαν ζυγον διερρηξαν δεσμους
6
δια τουτο επαισεν αυτους λεων εκ του δρυμου και λυκος εως των οικιων ωλεθρευσεν αυτους και παρδαλις εγρηγορησεν επι τας πολεις αυτων παντες οι εκπορευομενοι απ' αυτων θηρευθησονται οτι επληθυναν ασεβειας αυτων ισχυσαν εν ταις αποστροφαις αυτων
7
ποια τουτων ιλεως γενωμαι σοι οι υιοι σου εγκατελιπον με και ωμνυον εν τοις ουκ ουσιν θεοις και εχορτασα αυτους και εμοιχωντο και εν οικοις πορνων κατελυον
8
ιπποι θηλυμανεις εγενηθησαν εκαστος επι την γυναικα του πλησιον αυτου εχρεμετιζον
9
μη επι τουτοις ουκ επισκεψομαι λεγει κυριος η εν εθνει τοιουτω ουκ εκδικησει η ψυχη μου
10
αναβητε επι τους προμαχωνας αυτης και κατασκαψατε συντελειαν δε μη ποιησητε υπολιπεσθε τα υποστηριγματα αυτης οτι του κυριου εισιν
11
οτι αθετων ηθετησεν εις εμε λεγει κυριος οικος ισραηλ και οικος ιουδα
12
εψευσαντο τω κυριω εαυτων και ειπαν ουκ εστιν ταυτα ουχ ηξει εφ' ημας κακα και μαχαιραν και λιμον ουκ οψομεθα
13
οι προφηται ημων ησαν εις ανεμον και λογος κυριου ουχ υπηρχεν εν αυτοις ουτως εσται αυτοις
14
δια τουτο ταδε λεγει κυριος παντοκρατωρ ανθ' ων ελαλησατε το ρημα τουτο ιδου εγω δεδωκα τους λογους μου εις το στομα σου πυρ και τον λαον τουτον ξυλα και καταφαγεται αυτους
15
ιδου εγω επαγω εφ' υμας εθνος πορρωθεν οικος ισραηλ λεγει κυριος εθνος ου ουκ ακουση της φωνης της γλωσσης αυτου
16
παντες ισχυροι
17
και κατεδονται τον θερισμον υμων και τους αρτους υμων και κατεδονται τους υιους υμων και τας θυγατερας υμων και κατεδονται τα προβατα υμων και τους μοσχους υμων και κατεδονται τους αμπελωνας υμων και τους συκωνας υμων και τους ελαιωνας υμων και αλοησουσιν τας πολεις τας οχυρας υμων εφ' αις υμεις πεποιθατε επ' αυταις εν ρομφαια
18
και εσται εν ταις ημεραις εκειναις λεγει κυριος ο θεος σου ου μη ποιησω υμας εις συντελειαν
19
και εσται οταν ειπητε τινος ενεκεν εποιησεν κυριος ο θεος ημων ημιν απαντα ταυτα και ερεις αυτοις ανθ' ων εδουλευσατε θεοις αλλοτριοις εν τη γη υμων ουτως δουλευσετε αλλοτριοις εν γη ουχ υμων
20
αναγγειλατε ταυτα εις τον οικον ιακωβ και ακουσθητω εν τω ιουδα
21
ακουσατε δη ταυτα λαος μωρος και ακαρδιος οφθαλμοι αυτοις και ου βλεπουσιν ωτα αυτοις και ουκ ακουουσιν
22
μη εμε ου φοβηθησεσθε λεγει κυριος η απο προσωπου μου ουκ ευλαβηθησεσθε τον ταξαντα αμμον οριον τη θαλασση προσταγμα αιωνιον και ουχ υπερβησεται αυτο και ταραχθησεται και ου δυνησεται και ηχησουσιν τα κυματα αυτης και ουχ υπερβησεται αυτο
23
τω δε λαω τουτω εγενηθη καρδια ανηκοος και απειθης και εξεκλιναν και απηλθοσαν
24
και ουκ ειπον εν τη καρδια αυτων φοβηθωμεν δη κυριον τον θεον ημων τον διδοντα ημιν υετον προιμον και οψιμον κατα καιρον πληρωσεως προσταγματος θερισμου και εφυλαξεν ημιν
25
αι ανομιαι υμων εξεκλιναν ταυτα και αι αμαρτιαι υμων απεστησαν τα αγαθα αφ' υμων
26
οτι ευρεθησαν εν τω λαω μου ασεβεις και παγιδας εστησαν διαφθειραι ανδρας και συνελαμβανοσαν
27
ως παγις εφεσταμενη πληρης πετεινων ουτως οι οικοι αυτων πληρεις δολου δια τουτο εμεγαλυνθησαν και επλουτησαν
28
και παρεβησαν κρισιν ουκ εκριναν κρισιν ορφανου και κρισιν χηρας ουκ εκρινοσαν
29
μη επι τουτοις ουκ επισκεψομαι λεγει κυριος η εν εθνει τω τοιουτω ουκ εκδικησει η ψυχη μου
30
εκστασις και φρικτα εγενηθη επι της γης
31
οι προφηται προφητευουσιν αδικα και οι ιερεις επεκροτησαν ταις χερσιν αυτων και ο λαος μου ηγαπησεν ουτως και τι ποιησετε εις τα μετα ταυτα