1
οντος εικοστου και ενος ετους σεδεκιου εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου αμιτααλ θυγατηρ ιερεμιου εκ λοβενα
4
και εγενετο εν τω ετει τω ενατω της βασιλειας αυτου εν μηνι τω δεκατω δεκατη του μηνος ηλθεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος και πασα η δυναμις αυτου επι ιερουσαλημ και περιεχαρακωσαν αυτην και περιωκοδομησαν αυτην τετραπεδοις λιθοις κυκλω
5
και ηλθεν η πολις εις συνοχην εως ενδεκατου ετους τω βασιλει σεδεκια
6
εν τη ενατη του μηνος και εστερεωθη ο λιμος εν τη πολει και ουκ ησαν αρτοι τω λαω της γης
7
και διεκοπη η πολις και παντες οι ανδρες οι πολεμισται εξηλθον νυκτος κατα την οδον της πυλης ανα μεσον του τειχους και του προτειχισματος ο ην κατα τον κηπον του βασιλεως και οι χαλδαιοι επι της πολεως κυκλω και επορευθησαν οδον την εις αραβα
8
και κατεδιωξεν η δυναμις των χαλδαιων οπισω του βασιλεως και κατελαβον αυτον εν τω περαν ιεριχω και παντες οι παιδες αυτου διεσπαρησαν απ' αυτου
9
και συνελαβον τον βασιλεα και ηγαγον αυτον προς τον βασιλεα βαβυλωνος εις δεβλαθα και ελαλησεν αυτω μετα κρισεως
10
και εσφαξεν βασιλευς βαβυλωνος τους υιους σεδεκιου κατ' οφθαλμους αυτου και παντας τους αρχοντας ιουδα εσφαξεν εν δεβλαθα
11
και τους οφθαλμους σεδεκιου εξετυφλωσεν και εδησεν αυτον εν πεδαις και ηγαγεν αυτον βασιλευς βαβυλωνος εις βαβυλωνα και εδωκεν αυτον εις οικιαν μυλωνος εως ημερας ης απεθανεν
12
και εν μηνι πεμπτω δεκατη του μηνος ηλθεν ναβουζαρδαν ο αρχιμαγειρος ο εστηκως κατα προσωπον του βασιλεως βαβυλωνος εις ιερουσαλημ
13
και ενεπρησεν τον οικον κυριου και τον οικον του βασιλεως και πασας τας οικιας της πολεως και πασαν οικιαν μεγαλην ενεπρησεν εν πυρι
14
και παν τειχος ιερουσαλημ κυκλω καθειλεν η δυναμις των χαλδαιων η μετα του αρχιμαγειρου
16
και τους καταλοιπους του λαου κατελιπεν ο αρχιμαγειρος εις αμπελουργους και εις γεωργους
17
και τους στυλους τους χαλκους τους εν οικω κυριου και τας βασεις και την θαλασσαν την χαλκην την εν οικω κυριου συνετριψαν οι χαλδαιοι και ελαβον τον χαλκον αυτων και απηνεγκαν εις βαβυλωνα
18
και την στεφανην και τας φιαλας και τας κρεαγρας και παντα τα σκευη τα χαλκα εν οις ελειτουργουν εν αυτοις
19
και τα σαφφωθ και τα μασμαρωθ και τους υποχυτηρας και τας λυχνιας και τας θυισκας και τους κυαθους α ην χρυσα χρυσα και α ην αργυρα αργυρα ελαβεν ο αρχιμαγειρος
20
και οι στυλοι δυο και η θαλασσα μια και οι μοσχοι δωδεκα χαλκοι υποκατω της θαλασσης α εποιησεν ο βασιλευς σαλωμων εις οικον κυριου ουκ ην σταθμος του χαλκου αυτων
21
και οι στυλοι τριακοντα πεντε πηχων υψος του στυλου του ενος και σπαρτιον δωδεκα πηχεων περιεκυκλου αυτον και το παχος αυτου δακτυλων τεσσαρων κυκλω
22
και γεισος επ' αυτοις χαλκουν και πεντε πηχεων το μηκος υπεροχη του γεισους του ενος και δικτυον και ροαι επι του γεισους κυκλω τα παντα χαλκα και κατα ταυτα τω στυλω τω δευτερω οκτω ροαι τω πηχει τοις δωδεκα πηχεσιν
23
και ησαν αι ροαι ενενηκοντα εξ το εν μερος και ησαν αι πασαι ροαι επι του δικτυου κυκλω εκατον
24
και ελαβεν ο αρχιμαγειρος τον ιερεα τον πρωτον και τον ιερεα τον δευτερευοντα και τους τρεις τους φυλαττοντας την οδον
25
και ευνουχον ενα ος ην επιστατης των ανδρων των πολεμιστων και επτα ανδρας ονομαστους τους εν προσωπω του βασιλεως τους ευρεθεντας εν τη πολει και τον γραμματεα των δυναμεων τον γραμματευοντα τω λαω της γης και εξηκοντα ανθρωπους εκ του λαου της γης τους ευρεθεντας εν μεσω της πολεως
26
και ελαβεν αυτους ναβουζαρδαν ο αρχιμαγειρος και ηγαγεν αυτους προς βασιλεα βαβυλωνος εις δεβλαθα
27
και επαταξεν αυτους βασιλευς βαβυλωνος εν δεβλαθα εν γη αιμαθ
31
και εγενετο εν τω τριακοστω και εβδομω ετει αποικισθεντος του ιωακιμ βασιλεως ιουδα εν τω δωδεκατω μηνι εν τη τετραδι και εικαδι του μηνος ελαβεν ουλαιμαραδαχ βασιλευς βαβυλωνος εν τω ενιαυτω ω εβασιλευσεν την κεφαλην ιωακιμ βασιλεως ιουδα και εξηγαγεν αυτον εξ οικιας ης εφυλαττετο
32
και ελαλησεν αυτω χρηστα και εδωκεν τον θρονον αυτου επανω των θρονων των βασιλεων των μετ' αυτου εν βαβυλωνι
33
και ηλλαξεν την στολην της φυλακης αυτου και ησθιεν αρτον δια παντος κατα προσωπον αυτου πασας τας ημερας ας εζησεν
34
και η συνταξις αυτω εδιδοτο δια παντος παρα του βασιλεως βαβυλωνος εξ ημερας εις ημεραν εως ημερας ης απεθανεν .