2
ακουσατε λογον κυριου πασα η ιουδαια
3
ταδε λεγει κυριος ο θεος ισραηλ διορθωσατε τας οδους υμων και τα επιτηδευματα υμων και κατοικιω υμας εν τω τοπω τουτω
4
μη πεποιθατε εφ' εαυτοις επι λογοις ψευδεσιν οτι το παραπαν ουκ ωφελησουσιν υμας λεγοντες ναος κυριου ναος κυριου εστιν
5
οτι εαν διορθουντες διορθωσητε τας οδους υμων και τα επιτηδευματα υμων και ποιουντες ποιησητε κρισιν ανα μεσον ανδρος και ανα μεσον του πλησιον αυτου
6
και προσηλυτον και ορφανον και χηραν μη καταδυναστευσητε και αιμα αθωον μη εκχεητε εν τω τοπω τουτω και οπισω θεων αλλοτριων μη πορευησθε εις κακον υμιν
7
και κατοικιω υμας εν τω τοπω τουτω εν γη η εδωκα τοις πατρασιν υμων εξ αιωνος και εως αιωνος
8
ει δε υμεις πεποιθατε επι λογοις ψευδεσιν οθεν ουκ ωφεληθησεσθε
9
και φονευετε και μοιχασθε και κλεπτετε και ομνυετε επ' αδικω και εθυμιατε τη βααλ και επορευεσθε οπισω θεων αλλοτριων ων ουκ οιδατε του κακως ειναι υμιν
10
και ηλθετε και εστητε ενωπιον εμου εν τω οικω ου επικεκληται το ονομα μου επ' αυτω και ειπατε απεσχημεθα του μη ποιειν παντα τα βδελυγματα ταυτα
11
μη σπηλαιον ληστων ο οικος μου ου επικεκληται το ονομα μου επ' αυτω εκει ενωπιον υμων και εγω ιδου εωρακα λεγει κυριος
12
οτι πορευθητε εις τον τοπον μου τον εν σηλωμ ου κατεσκηνωσα το ονομα μου εκει εμπροσθεν και ιδετε α εποιησα αυτω απο προσωπου κακιας λαου μου ισραηλ
13
και νυν ανθ' ων εποιησατε παντα τα εργα ταυτα και ελαλησα προς υμας και ουκ ηκουσατε μου και εκαλεσα υμας και ουκ απεκριθητε
14
και ποιησω τω οικω τουτω ω επικεκληται το ονομα μου επ' αυτω εφ' ω υμεις πεποιθατε επ' αυτω και τω τοπω ω εδωκα υμιν και τοις πατρασιν υμων καθως εποιησα τη σηλωμ
15
και απορριψω υμας απο προσωπου μου καθως απερριψα τους αδελφους υμων παν το σπερμα εφραιμ
16
και συ μη προσευχου περι του λαου τουτου και μη αξιου του ελεηθηναι αυτους και μη ευχου και μη προσελθης μοι περι αυτων οτι ουκ εισακουσομαι
17
η ουχ ορας τι αυτοι ποιουσιν εν ταις πολεσιν ιουδα και εν ταις οδοις ιερουσαλημ
18
οι υιοι αυτων συλλεγουσιν ξυλα και οι πατερες αυτων καιουσι πυρ και αι γυναικες αυτων τριβουσιν σταις του ποιησαι χαυωνας τη στρατια του ουρανου και εσπεισαν σπονδας θεοις αλλοτριοις ινα παροργισωσιν με
19
μη εμε αυτοι παροργιζουσιν λεγει κυριος ουχι εαυτους οπως καταισχυνθη τα προσωπα αυτων
20
δια τουτο ταδε λεγει κυριος ιδου οργη και θυμος μου χειται επι τον τοπον τουτον και επι τους ανθρωπους και επι τα κτηνη και επι παν ξυλον του αγρου αυτων και επι παντα τα γενηματα της γης και καυθησεται και ου σβεσθησεται
21
ταδε λεγει κυριος τα ολοκαυτωματα υμων συναγαγετε μετα των θυσιων υμων και φαγετε κρεα
22
οτι ουκ ελαλησα προς τους πατερας υμων και ουκ ενετειλαμην αυτοις εν ημερα η ανηγαγον αυτους εκ γης αιγυπτου περι ολοκαυτωματων και θυσιας
23
αλλ' η το ρημα τουτο ενετειλαμην αυτοις λεγων ακουσατε της φωνης μου και εσομαι υμιν εις θεον και υμεις εσεσθε μοι εις λαον και πορευεσθε εν πασαις ταις οδοις μου αις αν εντειλωμαι υμιν οπως αν ευ η υμιν
24
και ουκ ηκουσαν μου και ου προσεσχεν το ους αυτων αλλ' επορευθησαν εν τοις ενθυμημασιν της καρδιας αυτων της κακης και εγενηθησαν εις τα οπισθεν και ουκ εις τα εμπροσθεν
25
αφ' ης ημερας εξηλθοσαν οι πατερες αυτων εκ γης αιγυπτου και εως της ημερας ταυτης και εξαπεστειλα προς υμας παντας τους δουλους μου τους προφητας ημερας και ορθρου και απεστειλα
26
και ουκ ηκουσαν μου και ου προσεσχεν το ους αυτων και εσκληρυναν τον τραχηλον αυτων υπερ τους πατερας αυτων
27
27-28 και ερεις αυτοις τον λογον τουτον τουτο το εθνος ο ουκ ηκουσεν της φωνης κυριου ουδε εδεξατο παιδειαν εξελιπεν η πιστις εκ στοματος αυτων
28
27-28
29
κειραι την κεφαλην σου και απορριπτε και αναλαβε επι χειλεων θρηνον οτι απεδοκιμασεν κυριος και απωσατο την γενεαν την ποιουσαν ταυτα
30
οτι εποιησαν οι υιοι ιουδα το πονηρον εναντιον εμου λεγει κυριος εταξαν τα βδελυγματα αυτων εν τω οικω ου επικεκληται το ονομα μου επ' αυτον του μιαναι αυτον
31
και ωκοδομησαν τον βωμον του ταφεθ ος εστιν εν φαραγγι υιου εννομ του κατακαιειν τους υιους αυτων και τας θυγατερας αυτων εν πυρι ο ουκ ενετειλαμην αυτοις και ου διενοηθην εν τη καρδια μου
32
δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ουκ ερουσιν ετι βωμος του ταφεθ και φαραγξ υιου εννομ αλλ' η φαραγξ των ανηρημενων και θαψουσιν εν τω ταφεθ δια το μη υπαρχειν τοπον
33
και εσονται οι νεκροι του λαου τουτου εις βρωσιν τοις πετεινοις του ουρανου και τοις θηριοις της γης και ουκ εσται ο αποσοβων
34
και καταλυσω εκ πολεων ιουδα και εκ διοδων ιερουσαλημ φωνην ευφραινομενων και φωνην χαιροντων φωνην νυμφιου και φωνην νυμφης οτι εις ερημωσιν εσται πασα η γη