1
διοτι ιδου εγω εν ταις ημεραις εκειναις και εν τω καιρω εκεινω οταν επιστρεψω την αιχμαλωσιαν ιουδα και ιερουσαλημ
2
και συναξω παντα τα εθνη και καταξω αυτα εις την κοιλαδα ιωσαφατ και διακριθησομαι προς αυτους εκει υπερ του λαου μου και της κληρονομιας μου ισραηλ οι διεσπαρησαν εν τοις εθνεσιν και την γην μου καταδιειλαντο
3
και επι τον λαον μου εβαλον κληρους και εδωκαν τα παιδαρια πορναις και τα κορασια επωλουν αντι οινου και επινον
4
και τι και υμεις εμοι τυρος και σιδων και πασα γαλιλαια αλλοφυλων μη ανταποδομα υμεις ανταποδιδοτε μοι η μνησικακειτε υμεις επ' εμοι οξεως και ταχεως ανταποδωσω το ανταποδομα υμων εις κεφαλας υμων
5
ανθ' ων το αργυριον μου και το χρυσιον μου ελαβετε και τα επιλεκτα μου και τα καλα εισηνεγκατε εις τους ναους υμων
6
και τους υιους ιουδα και τους υιους ιερουσαλημ απεδοσθε τοις υιοις των ελληνων οπως εξωσητε αυτους εκ των οριων αυτων
7
ιδου εγω εξεγειρω αυτους εκ του τοπου ου απεδοσθε αυτους εκει και ανταποδωσω το ανταποδομα υμων εις κεφαλας υμων
8
και αποδωσομαι τους υιους υμων και τας θυγατερας υμων εις χειρας υιων ιουδα και αποδωσονται αυτους εις αιχμαλωσιαν εις εθνος μακραν απεχον οτι κυριος ελαλησεν
9
κηρυξατε ταυτα εν τοις εθνεσιν αγιασατε πολεμον εξεγειρατε τους μαχητας προσαγαγετε και αναβαινετε παντες ανδρες πολεμισται
10
συγκοψατε τα αροτρα υμων εις ρομφαιας και τα δρεπανα υμων εις σειρομαστας ο αδυνατος λεγετω οτι ισχυω εγω
11
συναθροιζεσθε και εισπορευεσθε παντα τα εθνη κυκλοθεν και συναχθητε εκει ο πραυς εστω μαχητης
12
εξεγειρεσθωσαν και αναβαινετωσαν παντα τα εθνη εις την κοιλαδα ιωσαφατ διοτι εκει καθιω του διακριναι παντα τα εθνη κυκλοθεν
13
εξαποστειλατε δρεπανα οτι παρεστηκεν τρυγητος εισπορευεσθε πατειτε διοτι πληρης η ληνος υπερεκχειται τα υποληνια οτι πεπληθυνται τα κακα αυτων
14
ηχοι εξηχησαν εν τη κοιλαδι της δικης οτι εγγυς ημερα κυριου εν τη κοιλαδι της δικης
15
ο ηλιος και η σεληνη συσκοτασουσιν και οι αστερες δυσουσιν φεγγος αυτων
16
ο δε κυριος εκ σιων ανακεκραξεται και εξ ιερουσαλημ δωσει φωνην αυτου και σεισθησεται ο ουρανος και η γη ο δε κυριος φεισεται του λαου αυτου και ενισχυσει κυριος τους υιους ισραηλ
17
και επιγνωσεσθε διοτι εγω κυριος ο θεος υμων ο κατασκηνων εν σιων εν ορει αγιω μου και εσται ιερουσαλημ πολις αγια και αλλογενεις ου διελευσονται δι' αυτης ουκετι
18
και εσται εν τη ημερα εκεινη αποσταλαξει τα ορη γλυκασμον και οι βουνοι ρυησονται γαλα και πασαι αι αφεσεις ιουδα ρυησονται υδατα και πηγη εξ οικου κυριου εξελευσεται και ποτιει τον χειμαρρουν των σχοινων
19
αιγυπτος εις αφανισμον εσται και η ιδουμαια εις πεδιον αφανισμου εσται εξ αδικιων υιων ιουδα ανθ' ων εξεχεαν αιμα δικαιον εν τη γη αυτων
20
η δε ιουδαια εις τον αιωνα κατοικηθησεται και ιερουσαλημ εις γενεας γενεων
21
και εκδικησω το αιμα αυτων και ου μη αθωωσω και κυριος κατασκηνωσει εν σιων .