1
υπολαβων δε ιωβ λεγει
2
ειτα υμεις εστε ανθρωποι η μεθ' υμων τελευτησει σοφια
3
καμοι μεν καρδια καθ' υμας εστιν
4
δικαιος γαρ ανηρ και αμεμπτος εγενηθη εις χλευασμα
5
εις χρονον γαρ τακτον ητοιμαστο πεσειν υπο αλλους οικους τε αυτου εκπορθεισθαι υπο ανομων
6
ου μην δε αλλα μηδεις πεποιθετω πονηρος ων αθωος εσεσθαι οσοι παροργιζουσιν τον κυριον ως ουχι και ετασις αυτων εσται
7
αλλα δη επερωτησον τετραποδα εαν σοι ειπωσιν πετεινα δε ουρανου εαν σοι απαγγειλωσιν
8
εκδιηγησαι δε γη εαν σοι φραση και εξηγησονται σοι οι ιχθυες της θαλασσης
9
τις ουκ εγνω εν πασι τουτοις οτι χειρ κυριου εποιησεν ταυτα
10
ει μη εν χειρι αυτου ψυχη παντων των ζωντων και πνευμα παντος ανθρωπου
11
ους μεν γαρ ρηματα διακρινει λαρυγξ δε σιτα γευεται
12
εν πολλω χρονω σοφια εν δε πολλω βιω επιστημη
13
παρ' αυτω σοφια και δυναμις αυτω βουλη και συνεσις
14
εαν καταβαλη τις οικοδομησει εαν κλειση κατα ανθρωπων τις ανοιξει
15
εαν κωλυση το ωδωρ ξηρανει την γην εαν δε επαφη απωλεσεν αυτην καταστρεψας
16
παρ' αυτω κρατος και ισχυς αυτω επιστημη και συνεσις
17
διαγων βουλευτας αιχμαλωτους κριτας δε γης εξεστησεν
18
καθιζανων βασιλεις επι θρονους και περιεδησεν ζωνη οσφυας αυτων
19
εξαποστελλων ιερεις αιχμαλωτους δυναστας δε γης κατεστρεψεν
20
διαλλασσων χειλη πιστων συνεσιν δε πρεσβυτερων εγνω
21
εκχεων ατιμιαν επ' αρχοντας ταπεινους δε ιασατο
22
ανακαλυπτων βαθεα εκ σκοτους εξηγαγεν δε εις φως σκιαν θανατου
23
πλανων εθνη και απολλυων αυτα καταστρωννυων εθνη και καθοδηγων αυτα
24
διαλλασσων καρδιας αρχοντων γης επλανησεν δε αυτους οδω η ουκ ηδεισαν
25
ψηλαφησαισαν σκοτος και μη φως πλανηθειησαν δε ωσπερ ο μεθυων