1
ιδου ταυτα εωρακεν μου ο οφθαλμος και ακηκοεν μου το ους
2
και οιδα οσα και υμεις επιστασθε και ουκ ασυνετωτερος ειμι υμων
3
ου μην δε αλλ' εγω προς κυριον λαλησω ελεγξω δε εναντιον αυτου εαν βουληται
4
υμεις δε εστε ιατροι αδικοι και ιαται κακων παντες
5
ειη δε υμιν κωφευσαι και αποβησεται υμιν εις σοφιαν
6
ακουσατε ελεγχον στοματος μου κρισιν δε χειλεων μου προσεχετε
7
ποτερον ουκ εναντι κυριου λαλειτε εναντι δε αυτου φθεγγεσθε δολον
8
η υποστελεισθε υμεις δε αυτοι κριται γενεσθε
9
καλον γε εαν εξιχνιαση υμας ει γαρ τα παντα ποιουντες προστεθησεσθε αυτω
10
ουθεν ηττον ελεγξει υμας ει δε και κρυφη προσωπα θαυμασετε
11
ποτερον ουχι δεινα αυτου στροβησει υμας φοβος δε παρ' αυτου επιπεσειται υμιν
12
αποβησεται δε υμων το αγαυριαμα ισα σποδω το δε σωμα πηλινον
13
κωφευσατε ινα λαλησω και αναπαυσωμαι θυμου
14
αναλαβων τας σαρκας μου τοις οδουσιν ψυχην δε μου θησω εν χειρι
15
εαν με χειρωσηται ο δυναστης επει και ηρκται η μην λαλησω και ελεγξω εναντιον αυτου
16
και τουτο μοι αποβησεται εις σωτηριαν ου γαρ εναντιον αυτου δολος εισελευσεται
17
ακουσατε ακουσατε τα ρηματα μου αναγγελω γαρ υμων ακουοντων
18
ιδου εγω εγγυς ειμι του κριματος μου οιδα εγω οτι δικαιος αναφανουμαι
19
τις γαρ εστιν ο κριθησομενος μοι οτι νυν κωφευσω και εκλειψω
20
δυειν δε μοι χρηση τοτε απο του προσωπου σου ου κρυβησομαι
21
την χειρα απ' εμου απεχου και ο φοβος σου μη με καταπλησσετω
22
ειτα καλεσεις εγω δε σοι υπακουσομαι η λαλησεις εγω δε σοι δωσω ανταποκρισιν
23
ποσαι εισιν αι αμαρτιαι μου και αι ανομιαι μου διδαξον με τινες εισιν
24
δια τι απ' εμου κρυπτη ηγησαι δε με υπεναντιον σοι
25
η ως φυλλον κινουμενον υπο ανεμου ευλαβηθηση η ως χορτω φερομενω υπο πνευματος αντικεισαι μοι
26
οτι κατεγραψας κατ' εμου κακα περιεθηκας δε μοι νεοτητος αμαρτιας
27
εθου δε μου τον ποδα εν κωλυματι εφυλαξας δε μου παντα τα εργα εις δε ριζας των ποδων μου αφικου
28
ο παλαιουται ισα ασκω η ωσπερ ιματιον σητοβρωτον