1
υπολαβων δε ελιφας ο θαιμανιτης λεγει
2
ποτερον σοφος αποκρισιν δωσει συνεσεως πνευματος και ενεπλησεν πονον γαστρος
3
ελεγχων εν ρημασιν οις ου δει εν λογοις οις ουδεν οφελος
4
ου και συ απεποιησω φοβον συνετελεσω δε ρηματα τοιαυτα εναντι του κυριου
5
ενοχος ει ρημασιν στοματος σου ουδε διεκρινας ρηματα δυναστων
6
ελεγξαι σε το σον στομα και μη εγω τα δε χειλη σου καταμαρτυρησουσιν σου
7
τι γαρ μη πρωτος ανθρωπων εγενηθης η προ θινων επαγης
8
η συνταγμα κυριου ακηκοας εις δε σε αφικετο σοφια
9
τι γαρ οιδας ο ουκ οιδαμεν η τι συνιεις ο ουχι και ημεις
10
και γε πρεσβυτης και γε παλαιος εν ημιν βαρυτερος του πατρος σου ημεραις
11
ολιγα ων ημαρτηκας μεμαστιγωσαι μεγαλως υπερβαλλοντως λελαληκας
12
τι ετολμησεν η καρδια σου η τι επηνεγκαν οι οφθαλμοι σου
13
οτι θυμον ερρηξας εναντι κυριου εξηγαγες δε εκ στοματος ρηματα τοιαυτα
14
τις γαρ ων βροτος οτι εσται αμεμπτος η ως εσομενος δικαιος γεννητος γυναικος
15
ει κατα αγιων ου πιστευει ουρανος δε ου καθαρος εναντιον αυτου
16
εα δε εβδελυγμενος και ακαθαρτος ανηρ πινων αδικιας ισα ποτω
17
αναγγελω δε σοι ακουε μου α δη εωρακα αναγγελω σοι
18
α σοφοι ερουσιν και ουκ εκρυψαν πατερας αυτων
19
αυτοις μονοις εδοθη η γη και ουκ επηλθεν αλλογενης επ' αυτους
20
πας ο βιος ασεβους εν φροντιδι ετη δε αριθμητα δεδομενα δυναστη
21
ο δε φοβος αυτου εν ωσιν αυτου οταν δοκη ηδη ειρηνευειν ηξει αυτου η καταστροφη
22
μη πιστευετω αποστραφηναι απο σκοτους εντεταλται γαρ ηδη εις χειρας σιδηρου
23
κατατετακται δε εις σιτα γυψιν οιδεν δε εν εαυτω οτι μενει εις πτωμα ημερα δε αυτον σκοτεινη στροβησει
24
αναγκη δε και θλιψις αυτον καθεξει ωσπερ στρατηγος πρωτοστατης πιπτων
25
οτι ηρκεν χειρας εναντιον του κυριου εναντι δε κυριου παντοκρατορος ετραχηλιασεν
26
εδραμεν δε εναντιον αυτου υβρει εν παχει νωτου ασπιδος αυτου
27
οτι εκαλυψεν το προσωπον αυτου εν στεατι αυτου και εποιησεν περιστομιον επι των μηριων
28
αυλισθειη δε πολεις ερημους εισελθοι δε εις οικους αοικητους α δε εκεινοι ητοιμασαν αλλοι αποισονται
29
ουτε μη πλουτισθη ουτε μη μεινη αυτου τα υπαρχοντα ου μη βαλη επι την γην σκιαν
30
ουδε μη εκφυγη το σκοτος τον βλαστον αυτου μαραναι ανεμος εκπεσοι δε αυτου το ανθος
31
μη πιστευετω οτι υπομενει κενα γαρ αποβησεται αυτω
32
η τομη αυτου προ ωρας φθαρησεται και ο ραδαμνος αυτου ου μη πυκαση
33
τρυγηθειη δε ωσπερ ομφαξ προ ωρας εκπεσοι δε ως ανθος ελαιας
34
μαρτυριον γαρ ασεβους θανατος πυρ δε καυσει οικους δωροδεκτων
35
εν γαστρι δε λημψεται οδυνας αποβησεται δε αυτω κενα η δε κοιλια αυτου υποισει δολον