1
υπολαβων δε ιωβ λεγει
2
και δη οιδα οτι εκ χειρος μου η ελεγξις εστιν και η χειρ αυτου βαρεια γεγονεν επ' εμω στεναγμω
3
τις δ' αρα γνοιη οτι ευροιμι αυτον και ελθοιμι εις τελος
4
ειποιμι δε εμαυτου κριμα το δε στομα μου εμπλησαιμι ελεγχων
5
γνωην δε ρηματα α μοι ερει αισθοιμην δε τινα μοι απαγγελει
6
και ει εν πολλη ισχυι επελευσεται μοι ειτα εν απειλη μοι ου χρησεται
7
αληθεια γαρ και ελεγχος παρ' αυτου εξαγαγοι δε εις τελος το κριμα μου
8
εις γαρ πρωτα πορευσομαι και ουκετι ειμι τα δε επ' εσχατοις τι οιδα
9
αριστερα ποιησαντος αυτου και ου κατεσχον περιβαλει δεξια και ουκ οψομαι
10
οιδεν γαρ ηδη οδον μου διεκρινεν δε με ωσπερ το χρυσιον
11
εξελευσομαι δε εν ενταλμασιν αυτου οδους γαρ αυτου εφυλαξα και ου μη εκκλινω
12
απο ενταλματων αυτου και ου μη παρελθω εν δε κολπω μου εκρυψα ρηματα αυτου
13
ει δε και αυτος εκρινεν ουτως τις εστιν ο αντειπων αυτω ο γαρ αυτος ηθελησεν και εποιησεν
14
15
δια τουτο επ' αυτω εσπουδακα νουθετουμενος δε εφροντισα αυτου [15α] επι τουτω απο προσωπου αυτου κατασπουδασθω κατανοησω και πτοηθησομαι εξ αυτου
16
κυριος δε εμαλακυνεν την καρδιαν μου ο δε παντοκρατωρ εσπουδασεν με
17
ου γαρ ηδειν οτι επελευσεται μοι σκοτος προ προσωπου δε μου εκαλυψεν γνοφος