1
δια τι δε κυριον ελαθον ωραι
2
ασεβεις δε οριον υπερεβησαν ποιμνιον συν ποιμενι αρπασαντες
3
υποζυγιον ορφανων απηγαγον και βουν χηρας ηνεχυρασαν
4
εξεκλιναν αδυνατους εξ οδου δικαιας ομοθυμαδον εκρυβησαν πραεις γης
5
απεβησαν δε ωσπερ ονοι εν αγρω υπερ εμου εξελθοντες την εαυτων πραξιν ηδυνθη αυτω αρτος εις νεωτερους
6
αγρον προ ωρας ουκ αυτων οντα εθερισαν αδυνατοι δε αμπελωνας ασεβων αμισθι και ασιτι ηργασαντο
7
γυμνους πολλους εκοιμισαν ανευ ιματιων αμφιασιν δε ψυχης αυτων αφειλαντο
8
απο ψεκαδων ορεων υγραινονται παρα το μη εχειν αυτους σκεπην πετραν περιεβαλοντο
9
ηρπασαν ορφανον απο μαστου εκπεπτωκοτα δε εταπεινωσαν
10
γυμνους δε εκοιμισαν αδικως πεινωντων δε τον ψωμον αφειλαντο
11
εν στενοις αδικως ενηδρευσαν οδον δε δικαιαν ουκ ηδεισαν
12
οι εκ πολεως και οικων ιδιων εξεβαλλοντο ψυχη δε νηπιων εστεναξεν μεγα αυτος δε δια τι τουτων επισκοπην ου πεποιηται
13
επι γης οντων αυτων και ουκ επεγνωσαν οδον δε δικαιοσυνης ουκ ηδεισαν ουδε ατραπους αυτης επορευθησαν
14
γνους δε αυτων τα εργα παρεδωκεν αυτους εις σκοτος και νυκτος εσται ως κλεπτης
15
και οφθαλμος μοιχου εφυλαξεν σκοτος λεγων ου προσνοησει με οφθαλμος και αποκρυβην προσωπου εθετο
16
διωρυξεν εν σκοτει οικιας ημερας εσφραγισαν εαυτους ουκ επεγνωσαν φως
17
οτι ομοθυμαδον το πρωι αυτοις σκια θανατου οτι επιγνωσεται ταραχας σκιας θανατου
18
ελαφρος εστιν επι προσωπον υδατος καταραθειη η μερις αυτων επι γης
19
αναφανειη δε τα φυτα αυτων επι γης ξηρα αγκαλιδα γαρ ορφανων ηρπασαν
20
ειτ' ανεμνησθη αυτου η αμαρτια ωσπερ δε ομιχλη δροσου αφανης εγενετο αποδοθειη δε αυτω α επραξεν συντριβειη δε πας αδικος ισα ξυλω ανιατω
21
στειραν γαρ ουκ ευ εποιησεν και γυναιον ουκ ηλεησεν
22
θυμω δε κατεστρεψεν αδυνατους αναστας τοιγαρουν ου μη πιστευση κατα της εαυτου ζωης
23
μαλακισθεις μη ελπιζετω υγιασθηναι αλλα πεσειται νοσω
24
πολλους γαρ εκακωσεν το υψωμα αυτου εμαρανθη δε ωσπερ μολοχη εν καυματι η ωσπερ σταχυς απο καλαμης αυτοματος αποπεσων
25
ει δε μη τις εστιν ο φαμενος ψευδη με λεγειν και θησει εις ουδεν τα ρηματα μου