1
υπολαβων δε βαλδαδ ο σαυχιτης λεγει
2
τι γαρ προοιμιον η φοβος παρ' αυτου ο ποιων την συμπασαν εν υψιστω
3
μη γαρ τις υπολαβοι οτι εστιν παρελκυσις πειραταις επι τινας δε ουκ επελευσεται ενεδρα παρ' αυτου
4
πως γαρ εσται δικαιος βροτος εναντι κυριου η τις αν αποκαθαρισαι εαυτον γεννητος γυναικος
5
ει σεληνη συντασσει και ουκ επιφαυσκει αστρα δε ου καθαρα εναντιον αυτου
6
εα δε ανθρωπος σαπρια και υιος ανθρωπου σκωληξ