1
υπολαβων δε ιωβ λεγει
2
τινι προσκεισαι η τινι μελλεις βοηθειν ποτερον ουχ ω πολλη ισχυς και ω βραχιων κραταιος εστιν
3
τινι συμβεβουλευσαι ουχ ω πασα σοφια η τινι επακολουθησεις ουχ ω μεγιστη δυναμις
4
τινι ανηγγειλας ρηματα πνοη δε τινος εστιν η εξελθουσα εκ σου
5
μη γιγαντες μαιωθησονται υποκατωθεν υδατος και των γειτονων αυτου
6
γυμνος ο αδης επωπιον αυτου και ουκ εστιν περιβολαιον τη απωλεια
7
εκτεινων βορεαν επ' ουδεν κρεμαζων γην επι ουδενος
8
δεσμευων υδωρ εν νεφελαις αυτου και ουκ ερραγη νεφος υποκατω αυτου
9
ο κρατων προσωπον θρονου εκπεταζων επ' αυτον νεφος αυτου
10
προσταγμα εγυρωσεν επι προσωπον υδατος μεχρι συντελειας φωτος μετα σκοτους
11
στυλοι ουρανου επετασθησαν και εξεστησαν απο της επιτιμησεως αυτου
12
ισχυι κατεπαυσεν την θαλασσαν επιστημη δε ετρωσε το κητος
13
κλειθρα δε ουρανου δεδοικασιν αυτον προσταγματι δε εθανατωσεν δρακοντα αποστατην
14
ιδου ταυτα μερη οδου αυτου και επι ικμαδα λογου ακουσομεθα εν αυτω σθενος δε βροντης αυτου τις οιδεν οποτε ποιησει