1
ετι δε προσθεις ιωβ ειπεν τω προοιμιω
2
ζη κυριος ος ουτω με κεκρικεν και ο παντοκρατωρ ο πικρανας μου την ψυχην
3
η μην ετι της πνοης μου ενουσης πνευμα δε θειον το περιον μοι εν ρισιν
4
μη λαλησειν τα χειλη μου ανομα ουδε η ψυχη μου μελετησει αδικα
5
μη μοι ειη δικαιους υμας αποφηναι εως αν αποθανω ου γαρ απαλλαξω μου την ακακιαν
6
δικαιοσυνη δε προσεχων ου μη προωμαι ου γαρ συνοιδα εμαυτω ατοπα πραξας
7
ου μην δε αλλα ειησαν οι εχθροι μου ωσπερ η καταστροφη των ασεβων και οι επ' εμε επανιστανομενοι ωσπερ η απωλεια των παρανομων
8
και τις γαρ εστιν ελπις ασεβει οτι επεχει πεποιθως επι κυριον αρα σωθησεται
9
η την δεησιν αυτου εισακουσεται κυριος η επελθουσης αυτω αναγκης
10
μη εχει τινα παρρησιαν εναντι αυτου η ως επικαλεσαμενου αυτου εισακουσεται αυτου
11
αλλα δη αναγγελω υμιν τι εστιν εν χειρι κυριου α εστιν παρα παντοκρατορι ου ψευσομαι
12
ιδου δη παντες οιδατε οτι κενα κενοις επιβαλλετε
13
αυτη η μερις ανθρωπου ασεβους παρα κυριου κτημα δε δυναστων ελευσεται παρα παντοκρατορος επ' αυτους
14
εαν δε πολλοι γενωνται οι υιοι αυτου εις σφαγην εσονται εαν δε και ανδρωθωσιν προσαιτησουσιν
15
οι δε περιοντες αυτου εν θανατω τελευτησουσιν χηρας δε αυτων ουθεις ελεησει
16
εαν συναγαγη ωσπερ γην αργυριον ισα δε πηλω ετοιμαση χρυσιον
17
ταυτα παντα δικαιοι περιποιησονται τα δε χρηματα αυτου αληθινοι καθεξουσιν
18
απεβη δε ο οικος αυτου ωσπερ σητες και ωσπερ αραχνη
19
πλουσιος κοιμηθεις και ου προσθησει οφθαλμους αυτου διηνοιξεν και ουκ εστιν
20
συνηντησαν αυτω ωσπερ υδωρ αι οδυναι νυκτι δε υφειλατο αυτον γνοφος
21
αναλημψεται αυτον καυσων και απελευσεται και λικμησει αυτον εκ του τοπου αυτου
22
και επιρριψει επ' αυτον και ου φεισεται εκ χειρος αυτου φυγη φευξεται
23
κροτησει επ' αυτου χειρας αυτου και συριει αυτον εκ του τοπου αυτου