1
ετι δε προσθεις ιωβ ειπεν τω προοιμιω
2
τις αν με θειη κατα μηνα εμπροσθεν ημερων ων με ο θεος εφυλαξεν
3
ως οτε ηυγει ο λυχνος αυτου υπερ κεφαλης μου οτε τω φωτι αυτου επορευομην εν σκοτει
4
οτε ημην επιβριθων οδοις οτε ο θεος επισκοπην εποιειτο του οικου μου
5
οτε ημην υλωδης λιαν κυκλω δε μου οι παιδες
6
οτε εχεοντο μου αι οδοι βουτυρω τα δε ορη μου εχεοντο γαλακτι
7
οτε εξεπορευομην ορθριος εν πολει εν δε πλατειαις ετιθετο μου ο διφρος
8
ιδοντες με νεανισκοι εκρυβησαν πρεσβυται δε παντες εστησαν
9
αδροι δε επαυσαντο λαλουντες δακτυλον επιθεντες επι στοματι
10
οι δε ακουσαντες εμακαρισαν με και γλωσσα αυτων τω λαρυγγι αυτων εκολληθη
11
οτι ους ηκουσεν και εμακαρισεν με οφθαλμος δε ιδων με εξεκλινεν
12
διεσωσα γαρ πτωχον εκ χειρος δυναστου και ορφανω ω ουκ ην βοηθος εβοηθησα
13
ευλογια απολλυμενου επ' εμε ελθοι στομα δε χηρας με ευλογησεν
14
δικαιοσυνην δε ενεδεδυκειν ημφιασαμην δε κριμα ισα διπλοιδι
15
οφθαλμος ημην τυφλων πους δε χωλων
16
εγω ημην πατηρ αδυνατων δικην δε ην ουκ ηδειν εξιχνιασα
17
συνετριψα δε μυλας αδικων εκ δε μεσου των οδοντων αυτων αρπαγμα εξεσπασα
18
ειπα δε η ηλικια μου γηρασει ωσπερ στελεχος φοινικος πολυν χρονον βιωσω
19
η ριζα μου διηνοικται επι υδατος και δροσος αυλισθησεται εν τω θερισμω μου
20
η δοξα μου καινη μετ' εμου και το τοξον μου εν χειρι αυτου πορευσεται
21
εμου ακουσαντες προσεσχον εσιωπησαν δε επι τη εμη βουλη
22
επι δε τω εμω ρηματι ου προσεθεντο περιχαρεις δε εγινοντο οποταν αυτοις ελαλουν
23
ωσπερ γη διψωσα προσδεχομενη τον υετον ουτως ουτοι την εμην λαλιαν
24
εαν γελασω προς αυτους ου μη πιστευσωσιν και φως του προσωπου μου ουκ απεπιπτεν
25
εξελεξαμην οδον αυτων και εκαθισα αρχων και κατεσκηνουν ωσει βασιλευς εν μονοζωνοις ον τροπον παθεινους παρακαλων