1
μετα τουτο ηνοιξεν ιωβ το στομα αυτου
2
και κατηρασατο την ημεραν αυτου λεγων
3
απολοιτο η ημερα εν η εγεννηθην και η νυξ εν η ειπαν ιδου αρσεν
4
η ημερα εκεινη ειη σκοτος και μη αναζητησαι αυτην ο κυριος ανωθεν μηδε ελθοι εις αυτην φεγγος
5
εκλαβοι δε αυτην σκοτος και σκια θανατου επελθοι επ' αυτην γνοφος
6
καταραθειη η ημερα και η νυξ εκεινη απενεγκαιτο αυτην σκοτος μη ειη εις ημερας ενιαυτου μηδε αριθμηθειη εις ημερας μηνων
7
αλλα η νυξ εκεινη ειη οδυνη και μη ελθοι επ' αυτην ευφροσυνη μηδε χαρμονη
8
αλλα καταρασαιτο αυτην ο καταρωμενος την ημεραν εκεινην ο μελλων το μεγα κητος χειρωσασθαι
9
σκοτωθειη τα αστρα της νυκτος εκεινης υπομειναι και εις φωτισμον μη ελθοι και μη ιδοι εωσφορον ανατελλοντα
10
οτι ου συνεκλεισεν πυλας γαστρος μητρος μου απηλλαξεν γαρ αν πονον απο οφθαλμων μου
11
δια τι γαρ εν κοιλια ουκ ετελευτησα εκ γαστρος δε εξηλθον και ουκ ευθυς απωλομην
12
ινα τι δε συνηντησαν μοι γονατα ινα τι δε μαστους εθηλασα
13
νυν αν κοιμηθεις ησυχασα υπνωσας δε ανεπαυσαμην
14
μετα βασιλεων βουλευτων γης οι ηγαυριωντο επι ξιφεσιν
15
η μετα αρχοντων ων πολυς ο χρυσος οι επλησαν τους οικους αυτων αργυριου
16
η ωσπερ εκτρωμα εκπορευομενον εκ μητρας μητρος η ωσπερ νηπιοι οι ουκ ειδον φως
17
εκει ασεβεις εξεκαυσαν θυμον οργης εκει ανεπαυσαντο κατακοποι τω σωματι
18
ομοθυμαδον δε οι αιωνιοι ουκ ηκουσαν φωνην φορολογου
19
μικρος και μεγας εκει εστιν και θεραπων ου δεδοικως τον κυριον αυτου
20
ινα τι γαρ δεδοται τοις εν πικρια φως ζωη δε ταις εν οδυναις ψυχαις
21
οι ομειρονται του θανατου και ου τυγχανουσιν ανορυσσοντες ωσπερ θησαυρους
22
περιχαρεις δε εγενοντο εαν κατατυχωσιν
23
θανατος ανδρι αναπαυμα συνεκλεισεν γαρ ο θεος κατ' αυτου
24
προ γαρ των σιτων μου στεναγμος μοι ηκει δακρυω δε εγω συνεχομενος φοβω
25
φοβος γαρ ον εφροντισα ηλθεν μοι και ον εδεδοικειν συνηντησεν μοι
26
ουτε ειρηνευσα ουτε ησυχασα ουτε ανεπαυσαμην ηλθεν δε μοι οργη