1
νυνι δε κατεγελασαν μου ελαχιστοι νυν νουθετουσιν με εν μερει ων εξουδενουν πατερας αυτων ους ουχ ηγησαμην ειναι αξιους κυνων των εμων νομαδων
2
και γε ισχυς χειρων αυτων ινα τι μοι επ' αυτους απωλετο συντελεια
3
εν ενδεια και λιμω αγονος οι φευγοντες ανυδρον εχθες συνοχην και ταλαιπωριαν
4
οι περικλωντες αλιμα επι ηχουντι οιτινες αλιμα ην αυτων τα σιτα ατιμοι δε και πεφαυλισμενοι ενδεεις παντος αγαθου οι και ριζας ξυλων εμασωντο υπο λιμου μεγαλου
5
επανεστησαν μοι κλεπται
6
ων οι οικοι αυτων ησαν τρωγλαι πετρων
7
ανα μεσον ευηχων βοησονται οι υπο φρυγανα αγρια διητωντο
8
αφρονων υιοι και ατιμων ονομα και κλεος εσβεσμενον απο γης
9
νυνι δε κιθαρα εγω ειμι αυτων και εμε θρυλημα εχουσιν
10
εβδελυξαντο δε με αποσταντες μακραν απο δε προσωπου μου ουκ εφεισαντο πτυελον
11
ανοιξας γαρ φαρετραν αυτου εκακωσεν με και χαλινον του προσωπου μου εξαπεστειλαν
12
επι δεξιων βλαστου επανεστησαν ποδα αυτων εξετειναν και ωδοποιησαν επ' εμε τριβους απωλειας αυτων
13
εξετριβησαν τριβοι μου εξεδυσεν γαρ μου την στολην
14
βελεσιν αυτου κατηκοντισεν με κεχρηται μοι ως βουλεται εν οδυναις πεφυρμαι
15
επιστρεφονται δε μου αι οδυναι ωχετο μου η ελπις ωσπερ πνευμα και ωσπερ νεφος η σωτηρια μου
16
και νυν επ' εμε εκχυθησεται η ψυχη μου εχουσιν δε με ημεραι οδυνων
17
νυκτι δε μου τα οστα συγκεκαυται τα δε νευρα μου διαλελυται
18
εν πολλη ισχυι επελαβετο μου της στολης ωσπερ το περιστομιον του χιτωνος μου περιεσχεν με
19
ηγησαι δε με ισα πηλω εν γη και σποδω μου η μερις
20
κεκραγα δε προς σε και ουκ εισακουεις μου εστησαν και κατενοησαν με
21
επεβης δε μοι ανελεημονως χειρι κραταια με εμαστιγωσας
22
εταξας δε με εν οδυναις και απερριψας με απο σωτηριας
23
οιδα γαρ οτι θανατος με εκτριψει οικια γαρ παντι θνητω γη
24
ει γαρ οφελον δυναιμην εμαυτον χειρωσασθαι η δεηθεις γε ετερου και ποιησει μοι τουτο
25
εγω δε επι παντι αδυνατω εκλαυσα εστεναξα δε ιδων ανδρα εν αναγκαις
26
εγω δε επεχων αγαθοις ιδου συνηντησαν μοι μαλλον ημεραι κακων
27
η κοιλια μου εξεζεσεν και ου σιωπησεται προεφθασαν με ημεραι πτωχειας
28
στενων πεπορευμαι ανευ φιμου εστηκα δε εν εκκλησια κεκραγως
29
αδελφος γεγονα σειρηνων εταιρος δε στρουθων
30
το δε δερμα μου εσκοτωται μεγαλως τα δε οστα μου απο καυματος
31
απεβη δε εις παθος μου η κιθαρα ο δε ψαλμος μου εις κλαυθμον εμοι