1
ου μην δε αλλα ακουσον ιωβ τα ρηματα μου και λαλιαν ενωτιζου μου
2
ιδου γαρ ηνοιξα το στομα μου και ελαλησεν η γλωσσα μου
3
καθαρα μου η καρδια ρημασιν συνεσις δε χειλεων μου καθαρα νοησει
4
πνευμα θειον το ποιησαν με πνοη δε παντοκρατορος η διδασκουσα με
5
εαν δυνη δος μοι αποκρισιν προς ταυτα υπομεινον στηθι κατ' εμε και εγω κατα σε
6
εκ πηλου διηρτισαι συ ως και εγω εκ του αυτου διηρτισμεθα
7
ουχ ο φοβος μου σε στροβησει ουδε η χειρ μου βαρεια εσται επι σοι
8
πλην ειπας εν ωσιν μου φωνην ρηματων σου ακηκοα
9
διοτι λεγεις καθαρος ειμι ουχ αμαρτων αμεμπτος δε ειμι ου γαρ ηνομησα
10
μεμψιν δε κατ' εμου ευρεν ηγηται δε με ωσπερ υπεναντιον
11
εθετο δε εν ξυλω τον ποδα μου εφυλαξεν δε μου πασας τας οδους
12
πως γαρ λεγεις δικαιος ειμι και ουκ επακηκοεν μου αιωνιος γαρ εστιν ο επανω βροτων
13
λεγεις δε δια τι της δικης μου ουκ επακηκοεν παν ρημα
14
εν γαρ τω απαξ λαλησαι ο κυριος εν δε τω δευτερω ενυπνιον
15
η εν μελετη νυκτερινη ως οταν επιπιπτη δεινος φοβος επ' ανθρωπους επι νυσταγματων επι κοιτης
16
τοτε ανακαλυπτει νουν ανθρωπων εν ειδεσιν φοβου τοιουτοις αυτους εξεφοβησεν
17
αποστρεψαι ανθρωπον εξ αδικιας το δε σωμα αυτου απο πτωματος ερρυσατο
18
εφεισατο δε της ψυχης αυτου απο θανατου και μη πεσειν αυτον εν πολεμω
19
παλιν δε ηλεγξεν αυτον εν μαλακια επι κοιτης και πληθος οστων αυτου εναρκησεν
20
παν δε βρωτον σιτου ου μη δυνηται προσδεξασθαι και η ψυχη αυτου βρωσιν επιθυμησει
21
εως αν σαπωσιν αυτου αι σαρκες και αποδειξη τα οστα αυτου κενα
22
ηγγισεν δε εις θανατον η ψυχη αυτου η δε ζωη αυτου εν αδη
23
εαν ωσιν χιλιοι αγγελοι θανατηφοροι εις αυτων ου μη τρωση αυτον εαν νοηση τη καρδια επιστραφηναι επι κυριον αναγγειλη δε ανθρωπω την εαυτου μεμψιν την δε ανοιαν αυτου δειξη
24
ανθεξεται του μη πεσειν αυτον εις θανατον ανανεωσει δε αυτου το σωμα ωσπερ αλοιφην επι τοιχου τα δε οστα αυτου εμπλησει μυελου
25
απαλυνει δε αυτου τας σαρκας ωσπερ νηπιου αποκαταστησει δε αυτον ανδρωθεντα εν ανθρωποις
26
ευξαμενος δε προς κυριον και δεκτα αυτω εσται εισελευσεται δε προσωπω καθαρω συν εξηγορια αποδωσει δε ανθρωποις δικαιοσυνην
27
ειτα τοτε απομεμψεται ανθρωπος αυτος εαυτω λεγων οια συνετελουν και ουκ αξια ητασεν με ων ημαρτον
28
σωσον ψυχην μου του μη ελθειν εις διαφθοραν και η ζωη μου φως οψεται
29
ιδου παντα ταυτα εργαται ο ισχυρος οδους τρεις μετα ανδρος
30
αλλ' ερρυσατο την ψυχην μου εκ θανατου ινα η ζωη μου εν φωτι αινη αυτον
31
ενωτιζου ιωβ και ακουε μου κωφευσον και εγω ειμι λαλησω
32
ει εισιν λογοι αποκριθητι μοι λαλησον θελω γαρ δικαιωθηναι σε
33
ει μη συ ακουσον μου κωφευσον και διδαξω σε σοφιαν