1
προσθεις δε ελιους ετι λεγει
2
μεινον με μικρον ετι ινα διδαξω σε ετι γαρ εν εμοι εστιν λεξις
3
αναλαβων την επιστημην μου μακραν εργοις δε μου δικαια ερω
4
επ' αληθειας και ουκ αδικα ρηματα αδικως συνιεις
5
γιγνωσκε δε οτι ο κυριος ου μη αποποιησηται τον ακακον δυνατος ισχυι καρδιας
6
ασεβη ου μη ζωοποιησει και κριμα πτωχων δωσει
7
ουκ αφελει απο δικαιου οφθαλμους αυτου και μετα βασιλεων εις θρονον και καθιει αυτους εις νεικος και υψωθησονται
8
και ει πεπεδημενοι εν χειροπεδαις συσχεθησονται εν σχοινιοις πενιας
9
και αναγγελει αυτοις τα εργα αυτων και τα παραπτωματα αυτων οτι ισχυσουσιν
10
αλλα του δικαιου εισακουσεται και ειπεν οτι επιστραφησονται εξ αδικιας
11
εαν ακουσωσιν και δουλευσωσιν συντελεσουσιν τας ημερας αυτων εν αγαθοις και τα ετη αυτων εν ευπρεπειαις
12
ασεβεις δε ου διασωζει παρα το μη βουλεσθαι ειδεναι αυτους τον κυριον και διοτι νουθετουμενοι ανηκοοι ησαν
13
και υποκριται καρδια ταξουσιν θυμον ου βοησονται οτι εδησεν αυτους
14
αποθανοι τοινυν εν νεοτητι η ψυχη αυτων η δε ζωη αυτων τιτρωσκομενη υπο αγγελων
15
ανθ' ων εθλιψαν ασθενη και αδυνατον κριμα δε πραεων εκθησει
16
και προσετι ηπατησεν σε εκ στοματος εχθρου αβυσσος καταχυσις υποκατω αυτης και κατεβη τραπεζα σου πληρης πιοτητος
17
ουχ υστερησει δε απο δικαιων κριμα
18
θυμος δε επ' ασεβεις εσται δι' ασεβειαν δωρων ων εδεχοντο επ' αδικιαις
19
μη σε εκκλινατω εκων ο νους δεησεως εν αναγκη οντων αδυνατων και παντας τους κραταιουντας ισχυν
20
μη εξελκυσης την νυκτα του αναβηναι λαους αντ' αυτων
21
αλλα φυλαξαι μη πραξης ατοπα επι τουτον γαρ εξειλω απο πτωχειας
22
ιδου ο ισχυρος κραταιωσει εν ισχυι αυτου τις γαρ εστιν κατ' αυτον δυναστης
23
τις δε εστιν ο εταζων αυτου τα εργα η τις ο ειπας επραξεν αδικα
24
μνησθητι οτι μεγαλα εστιν αυτου τα εργα ων ηρξαν ανδρες
25
πας ανθρωπος ειδεν εν εαυτω οσοι τιτρωσκομενοι εισιν βροτοι
26
ιδου ο ισχυρος πολυς και ου γνωσομεθα αριθμος ετων αυτου και απεραντος
27
αριθμηται δε αυτω σταγονες υετου και επιχυθησονται υετω εις νεφελην
28
ρυησονται παλαιωματα εσκιασεν δε νεφη επι αμυθητων βροτων [8α] ωραν εθετο κτηνεσιν οιδασιν δε κοιτης ταξιν [8β] επι τουτοις πασιν ουκ εξισταται σου η διανοια ουδε διαλλασσεται σου η καρδια απο σωματος
29
και εαν συνη απεκτασεις νεφελης ισοτητα σκηνης αυτου
30
ιδου εκτεινει επ' αυτον ηδω και ριζωματα της θαλασσης εκαλυψεν
31
εν γαρ αυτοις κρινει λαους δωσει τροφην τω ισχυοντι
32
επι χειρων εκαλυψεν φως και ενετειλατο περι αυτης εν απαντωντι
33
αναγγελει περι αυτου φιλον αυτου κτησις και περι αδικιας