1
και ταυτης εταραχθη η καρδια μου και απερρυη εκ του τοπου αυτης
2
ακουε ακοην εν οργη θυμου κυριου και μελετη εκ στοματος αυτου εξελευσεται
3
υποκατω παντος του ουρανου αρχη αυτου και το φως αυτου επι πτερυγων της γης
4
οπισω αυτου βοησεται φωνη βροντησει εν φωνη υβρεως αυτου και ουκ ανταλλαξει αυτους οτι ακουσει φωνην αυτου
5
βροντησει ο ισχυρος εν φωνη αυτου θαυμασια εποιησεν γαρ μεγαλα α ουκ ηδειμεν
6
συντασσων χιονι γινου επι της γης και χειμων υετος και χειμων υετων δυναστειας αυτου
7
εν χειρι παντος ανθρωπου κατασφραγιζει ινα γνω πας ανθρωπος την εαυτου ασθενειαν
8
εισηλθεν δε θηρια υπο σκεπην ησυχασαν δε επι κοιτης
9
εκ ταμιειων επερχονται διναι απο δε ακρωτηριων ψυχος
10
και απο πνοης ισχυρου δωσει παγος οιακιζει δε το υδωρ ως εαν βουληται
11
και εκλεκτον καταπλασσει νεφελη διασκορπιει νεφος φως αυτου
12
και αυτος κυκλωματα διαστρεψει εν θεεβουλαθω εις εργα αυτων παντα οσα αν εντειληται αυτοις ταυτα συντετακται παρ' αυτου επι της γης
13
εαν εις παιδειαν εαν εις την γην αυτου εαν εις ελεος ευρησει αυτον
14
ενωτιζου ταυτα ιωβ στηθι νουθετου δυναμιν κυριου
15
οιδαμεν οτι ο θεος εθετο εργα αυτου φως ποιησας εκ σκοτους
16
επισταται δε διακρισιν νεφων εξαισια δε πτωματα πονηρων
17
σου δε η στολη θερμη ησυχαζεται δε επι της γης
18
στερεωσεις μετ' αυτου εις παλαιωματα ισχυραι ως ορασις επιχυσεως
19
δια τι διδαξον με τι ερουμεν αυτω και παυσωμεθα πολλα λεγοντες
20
μη βιβλος η γραμματευς μοι παρεστηκεν ινα ανθρωπον εστηκως κατασιωπησω
21
πασιν δ' ουχ ορατον το φως τηλαυγες εστιν εν τοις παλαιωμασιν ωσπερ το παρ' αυτου επι νεφων
22
απο βορρα νεφη χρυσαυγουντα επι τουτοις μεγαλη η δοξα και τιμη παντοκρατορος
23
και ουχ ευρισκομεν αλλον ομοιον τη ισχυι αυτου ο τα δικαια κρινων ουκ οιει επακουειν αυτον
24
διο φοβηθησονται αυτον οι ανθρωποι φοβηθησονται δε αυτον και οι σοφοι καρδια