1
υπολαβων δε ιωβ λεγει τω κυριω
2
οιδα οτι παντα δυνασαι αδυνατει δε σοι ουθεν
3
τις γαρ εστιν ο κρυπτων σε βουλην φειδομενος δε ρηματων και σε οιεται κρυπτειν τις δε αναγγελει μοι α ουκ ηδειν μεγαλα και θαυμαστα α ουκ ηπισταμην
4
ακουσον δε μου κυριε ινα καγω λαλησω ερωτησω δε σε συ δε με διδαξον
5
ακοην μεν ωτος ηκουον σου το προτερον νυνι δε ο οφθαλμος μου εορακεν σε
6
διο εφαυλισα εμαυτον και ετακην ηγημαι δε εμαυτον γην και σποδον
7
εγενετο δε μετα το λαλησαι τον κυριον παντα τα ρηματα ταυτα τω ιωβ ειπεν ο κυριος ελιφας τω θαιμανιτη ημαρτες συ και οι δυο φιλοι σου ου γαρ ελαλησατε ενωπιον μου αληθες ουδεν ωσπερ ο θεραπων μου ιωβ
8
νυν δε λαβετε επτα μοσχους και επτα κριους και πορευθητε προς τον θεραποντα μου ιωβ και ποιησει καρπωσιν περι υμων ιωβ δε ο θεραπων μου ευξεται περι υμων οτι ει μη προσωπον αυτου λημψομαι ει μη γαρ δι' αυτον απωλεσα αν υμας ου γαρ ελαλησατε αληθες κατα του θεραποντος μου ιωβ
9
επορευθη δε ελιφας ο θαιμανιτης και βαλδαδ ο σαυχιτης και σωφαρ ο μιναιος και εποιησαν καθως συνεταξεν αυτοις ο κυριος και ελυσεν την αμαρτιαν αυτοις δια ιωβ
10
ο δε κυριος ηυξησεν τον ιωβ ευξαμενου δε αυτου και περι των φιλων αυτου αφηκεν αυτοις την αμαρτιαν εδωκεν δε ο κυριος διπλα οσα ην εμπροσθεν ιωβ εις διπλασιασμον
11
ηκουσαν δε παντες οι αδελφοι αυτου και αι αδελφαι αυτου παντα τα συμβεβηκοτα αυτω και ηλθον προς αυτον και παντες οσοι ηδεισαν αυτον εκ πρωτου φαγοντες δε και πιοντες παρ' αυτω παρεκαλεσαν αυτον και εθαυμασαν επι πασιν οις επηγαγεν αυτω ο κυριος εδωκεν δε αυτω εκαστος αμναδα μιαν και τετραδραχμον χρυσουν ασημον
12
ο δε κυριος ευλογησεν τα εσχατα ιωβ η τα εμπροσθεν ην δε τα κτηνη αυτου προβατα μυρια τετρακισχιλια καμηλοι εξακισχιλιαι ζευγη βοων χιλια ονοι θηλειαι νομαδες χιλιαι
13
γεννωνται δε αυτω υιοι επτα και θυγατερες τρεις
14
και εκαλεσεν την μεν πρωτην ημεραν την δε δευτεραν κασιαν την δε τριτην αμαλθειας κερας
15
και ουχ ευρεθησαν κατα τας θυγατερας ιωβ βελτιους αυτων εν τη υπ' ουρανον εδωκεν δε αυταις ο πατηρ κληρονομιαν εν τοις αδελφοις
16
εζησεν δε ιωβ μετα την πληγην ετη εκατον εβδομηκοντα τα δε παντα εζησεν ετη διακοσια τεσσαρακοντα οκτω και ειδεν ιωβ τους υιους αυτου και τους υιους των υιων αυτου τεταρτην γενεαν
17
και ετελευτησεν ιωβ πρεσβυτερος και πληρης ημερων [17α] γεγραπται δε αυτον παλιν αναστησεσθαι μεθ' ων ο κυριος ανιστησιν [17β] ουτος ερμηνευεται εκ της συριακης βιβλου εν μεν γη κατοικων τη αυσιτιδι επι τοις οριοις της ιδουμαιας και αραβιας προυπηρχεν δε αυτω ονομα ιωβαβ [17χ] λαβων δε γυναικα αραβισσαν γεννα υιον ω ονομα εννων ην δε αυτος πατρος μεν ζαρε των ησαυ υιων υιος μητρος δε βοσορρας ωστε ειναι αυτον πεμπτον απο αβρααμ [17δ] και ουτοι οι βασιλεις οι βασιλευσαντες εν εδωμ ης και αυτος ηρξεν χωρας πρωτος βαλακ ο του βεωρ και ονομα τη πολει αυτου δενναβα μετα δε βαλακ ιωβαβ ο καλουμενος ιωβ μετα δε τουτον ασομ ο υπαρχων ηγεμων εκ της θαιμανιτιδος χωρας μετα δε τουτον αδαδ υιος βαραδ ο εκκοψας μαδιαμ εν τω πεδιω μωαβ και ονομα τη πολει αυτου γεθθαιμ [17ε] οι δε ελθοντες προς αυτον φιλοι ελιφας των ησαυ υιων θαιμανων βασιλευς βαλδαδ ο σαυχαιων τυραννος σωφαρ ο μιναιων βασιλευς .