1
επικαλεσαι δε ει τις σοι υπακουσεται η ει τινα αγγελων αγιων οψη
2
και γαρ αφρονα αναιρει οργη πεπλανημενον δε θανατοι ζηλος
3
εγω δε εωρακα αφρονας ριζαν βαλλοντας αλλ' ευθεως εβρωθη αυτων η διαιτα
4
πορρω γενοιντο οι υιοι αυτων απο σωτηριας κολαβρισθειησαν δε επι θυραις ησσονων και ουκ εσται ο εξαιρουμενος
5
α γαρ εκεινοι συνηγαγον δικαιοι εδονται αυτοι δε εκ κακων ουκ εξαιρετοι εσονται εκσιφωνισθειη αυτων η ισχυς
6
ου γαρ μη εξελθη εκ της γης κοπος ουδε εξ ορεων αναβλαστησει πονος
7
αλλα ανθρωπος γενναται κοπω νεοσσοι δε γυπος τα υψηλα πετονται
8
ου μην δε αλλα εγω δεηθησομαι κυριου κυριον δε τον παντων δεσποτην επικαλεσομαι
9
τον ποιουντα μεγαλα και ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος
10
τον διδοντα υετον επι την γην αποστελλοντα υδωρ επι την υπ' ουρανον
11
τον ποιουντα ταπεινους εις υψος και απολωλοτας εξεγειροντα
12
διαλλασσοντα βουλας πανουργων και ου μη ποιησουσιν αι χειρες αυτων αληθες
13
ο καταλαμβανων σοφους εν τη φρονησει βουλην δε πολυπλοκων εξεστησεν
14
ημερας συναντησεται αυτοις σκοτος το δε μεσημβρινον ψηλαφησαισαν ισα νυκτι
15
απολοιντο δε εν πολεμω αδυνατος δε εξελθοι εκ χειρος δυναστου
16
ειη δε αδυνατω ελπις αδικου δε στομα εμφραχθειη
17
μακαριος δε ανθρωπος ον ηλεγξεν ο κυριος νουθετημα δε παντοκρατορος μη απαναινου
18
αυτος γαρ αλγειν ποιει και παλιν αποκαθιστησιν επαισεν και αι χειρες αυτου ιασαντο
19
εξακις εξ αναγκων σε εξελειται εν δε τω εβδομω ου μη αψηται σου κακον
20
εν λιμω ρυσεται σε εκ θανατου εν πολεμω δε εκ χειρος σιδηρου λυσει σε
21
απο μαστιγος γλωσσης σε κρυψει και ου μη φοβηθης απο κακων ερχομενων
22
αδικων και ανομων καταγελαση απο δε θηριων αγριων ου μη φοβηθης
23
θηρες γαρ αγριοι ειρηνευσουσιν σοι
24
ειτα γνωση οτι ειρηνευσει σου ο οικος η δε διαιτα της σκηνης σου ου μη αμαρτη
25
γνωση δε οτι πολυ το σπερμα σου τα δε τεκνα σου εσται ωσπερ το παμβοτανον του αγρου
26
ελευση δε εν ταφω ωσπερ σιτος ωριμος κατα καιρον θεριζομενος η ωσπερ θιμωνια αλωνος καθ' ωραν συγκομισθεισα
27
ιδου ταυτα ουτως εξιχνιασαμεν ταυτα εστιν α ακηκοαμεν συ δε γνωθι σεαυτω ει τι επραξας