1
και ελυπηθη ιωνας λυπην μεγαλην και συνεχυθη
2
και προσευξατο προς κυριον και ειπεν ω κυριε ουχ ουτοι οι λογοι μου ετι οντος μου εν τη γη μου δια τουτο προεφθασα του φυγειν εις θαρσις διοτι εγνων οτι συ ελεημων και οικτιρμων μακροθυμος και πολυελεος και μετανοων επι ταις κακιαις
3
και νυν δεσποτα κυριε λαβε την ψυχην μου απ' εμου οτι καλον το αποθανειν με η ζην με
4
και ειπεν κυριος προς ιωναν ει σφοδρα λελυπησαι συ
5
και εξηλθεν ιωνας εκ της πολεως και εκαθισεν απεναντι της πολεως και εποιησεν εαυτω εκει σκηνην και εκαθητο υποκατω αυτης εν σκια εως ου απιδη τι εσται τη πολει
6
και προσεταξεν κυριος ο θεος κολοκυνθη και ανεβη υπερ κεφαλης του ιωνα του ειναι σκιαν υπερανω της κεφαλης αυτου του σκιαζειν αυτω απο των κακων αυτου και εχαρη ιωνας επι τη κολοκυνθη χαραν μεγαλην
7
και προσεταξεν ο θεος σκωληκι εωθινη τη επαυριον και επαταξεν την κολοκυνθαν και απεξηρανθη
8
και εγενετο αμα τω ανατειλαι τον ηλιον και προσεταξεν ο θεος πνευματι καυσωνος συγκαιοντι και επαταξεν ο ηλιος επι την κεφαλην ιωνα και ωλιγοψυχησεν και απελεγετο την ψυχην αυτου και ειπεν καλον μοι αποθανειν με η ζην
9
και ειπεν ο θεος προς ιωναν ει σφοδρα λελυπησαι συ επι τη κολοκυνθη και ειπεν σφοδρα λελυπημαι εγω εως θανατου
10
και ειπεν κυριος συ εφεισω υπερ της κολοκυνθης υπερ ης ουκ εκακοπαθησας επ' αυτην και ουκ εξεθρεψας αυτην η εγενηθη υπο νυκτα και υπο νυκτα απωλετο
11
εγω δε ου φεισομαι υπερ νινευη της πολεως της μεγαλης εν η κατοικουσιν πλειους η δωδεκα μυριαδες ανθρωπων οιτινες ουκ εγνωσαν δεξιαν αυτων η αριστεραν αυτων και κτηνη πολλα .