1
και εγενετο τα ορια φυλης ιουδα κατα δημους αυτων απο των οριων της ιδουμαιας απο της ερημου σιν εως καδης προς λιβα
2
και εγενηθη αυτων τα ορια απο λιβος εως μερους της θαλασσης της αλυκης απο της λοφιας της φερουσης επι λιβα
3
και διαπορευεται απεναντι της προσαναβασεως ακραβιν και εκπεριπορευεται σεννα και αναβαινει απο λιβος επι καδης βαρνη και εκπορευεται ασωρων και προσαναβαινει εις αδδαρα και περιπορευεται την κατα δυσμας καδης
4
και πορευεται επι ασεμωνα και διεκβαλει εως φαραγγος αιγυπτου και εσται αυτου η διεξοδος των οριων επι την θαλασσαν τουτο εστιν αυτων ορια απο λιβος
5
και τα ορια απο ανατολων πασα η θαλασσα η αλυκη εως του ιορδανου και τα ορια αυτων απο βορρα και απο της λοφιας της θαλασσης και απο του μερους του ιορδανου
6
επιβαινει τα ορια επι βαιθαγλα και παραπορευεται απο βορρα επι βαιθαραβα και προσαναβαινει τα ορια επι λιθον βαιων υιου ρουβην
7
και προσαναβαινει τα ορια επι το τεταρτον της φαραγγος αχωρ και καταβαινει επι γαλγαλ η εστιν απεναντι της προσβασεως αδδαμιν η εστιν κατα λιβα τη φαραγγι και διεκβαλει επι το υδωρ πηγης ηλιου και εσται αυτου η διεξοδος πηγη ρωγηλ
8
και αναβαινει τα ορια εις φαραγγα ονομ επι νωτου ιεβους απο λιβος αυτη εστιν ιερουσαλημ και διεκβαλλει τα ορια επι κορυφην ορους η εστιν κατα προσωπον φαραγγος ονομ προς θαλασσης η εστιν εκ μερους γης ραφαιν επι βορρα
9
και διεκβαλλει το οριον απο κορυφης του ορους επι πηγην υδατος ναφθω και διεκβαλλει εις το ορος εφρων και εξαξει το οριον εις βααλ αυτη εστιν πολις ιαριμ
10
και περιελευσεται οριον απο βααλ επι θαλασσαν και παρελευσεται εις ορος ασσαρες επι νωτου πολιν ιαριμ απο βορρα αυτη εστιν χασλων και καταβησεται επι πολιν ηλιου και παρελευσεται επι λιβα
11
και διεκβαλει το οριον κατα νωτου ακκαρων επι βορραν και διεκβαλει τα ορια εις σακχαρωνα και παρελευσεται ορος της βαλα και διεκβαλει επι ιαβνηλ και εσται η διεξοδος των οριων επι θαλασσαν
12
και τα ορια αυτων απο θαλασσης η θαλασσα η μεγαλη οριει ταυτα τα ορια υιων ιουδα κυκλω κατα δημους αυτων
13
και τω χαλεβ υιω ιεφοννη εδωκεν μεριδα εν μεσω υιων ιουδα δια προσταγματος του θεου και εδωκεν αυτω ιησους την πολιν αρβοκ μητροπολιν ενακ αυτη εστιν χεβρων
14
και εξωλεθρευσεν εκειθεν χαλεβ υιος ιεφοννη τους τρεις υιους ενακ τον σουσι και τον θολμι και τον αχιμα
15
και ανεβη εκειθεν χαλεβ επι τους κατοικουντας δαβιρ το δε ονομα δαβιρ ην το προτερον πολις γραμματων
16
και ειπεν χαλεβ ος εαν λαβη και εκκοψη την πολιν των γραμματων και κυριευση αυτης δωσω αυτω την αχσαν θυγατερα μου εις γυναικα
17
και ελαβεν αυτην γοθονιηλ υιος κενεζ αδελφος χαλεβ ο νεωτερος και εδωκεν αυτω την αχσαν θυγατερα αυτου αυτω γυναικα
18
και εγενετο εν τω εισπορευεσθαι αυτην και συνεβουλευσατο αυτω λεγουσα αιτησομαι τον πατερα μου αγρον και εβοησεν εκ του ονου και ειπεν αυτη χαλεβ τι εστιν σοι
19
και ειπεν αυτω δος μοι ευλογιαν οτι εις γην ναγεβ δεδωκας με δος μοι την γολαθμαιν και εδωκεν αυτη χαλεβ την γολαθμαιν την ανω και την γολαθμαιν την κατω
20
αυτη η κληρονομια φυλης υιων ιουδα
21
εγενηθησαν δε αι πολεις αυτων πολις πρωτη φυλης υιων ιουδα εφ' οριων εδωμ επι της ερημου καιβαισελεηλ και αρα και ασωρ
22
και ικαμ και ρεγμα και αρουηλ
23
και καδης και ασοριωναιν
24
και μαιναμ και βαλμαιναν και αι κωμαι αυτων
25
και αι πολεις ασερων αυτη ασωρ
26
και σην και σαλμαα και μωλαδα
27
και σερι και βαιφαλαδ
28
και χολασεωλα και βηρσαβεε και αι κωμαι αυτων και αι επαυλεις αυτων
29
βαλα και βακωκ και ασομ
30
και ελβωυδαδ και βαιθηλ και ερμα
31
και σεκελακ και μαχαριμ και σεθεννακ
32
και λαβως και σαλη και ερωμωθ πολεις κθ# και αι κωμαι αυτων
33
εν τη πεδινη ασταωλ και ραα και ασσα
34
και ραμεν και τανω και ιλουθωθ και μαιανι
35
και ιερμουθ και οδολλαμ και μεμβρα και σαωχω και αζηκα
36
και σακαριμ και γαδηρα και αι επαυλεις αυτης πολεις δεκα τεσσαρες και αι κωμαι αυτων
37
σεννα και αδασαν και μαγαδαγαδ
38
και δαλαλ και μασφα και ιακαρεηλ
39
και λαχης και βασηδωθ και ιδεαδαλεα
40
και χαβρα και μαχες και μααχως
41
και γεδδωρ και βαγαδιηλ και νωμαν και μακηδαν πολεις δεκαεξ και αι κωμαι αυτων
42
λεμνα και ιθακ
43
και ανωχ και ιανα και νασιβ
44
και κειλαμ και ακιεζι και κεζιβ και βαθησαρ και αιλων πολεις δεκα και αι κωμαι αυτων
45
ακκαρων και αι κωμαι αυτης και αι επαυλεις αυτων
46
απο ακκαρων γεμνα και πασαι οσαι εισιν πλησιον ασηδωθ και αι κωμαι αυτων
47
ασιεδωθ και αι κωμαι αυτης και αι επαυλεις αυτης γαζα και αι κωμαι αυτης και αι επαυλεις αυτης εως του χειμαρρου αιγυπτου και η θαλασσα η μεγαλη διοριζει
48
και εν τη ορεινη σαμιρ και ιεθερ και σωχα
49
και ρεννα και πολις γραμματων αυτη δαβιρ
50
και ανων και εσκαιμαν και αισαμ
51
και γοσομ και χαλου και χαννα πολεις ενδεκα και αι κωμαι αυτων
52
αιρεμ και ρεμνα και σομα
53
και ιεμαιν και βαιθαχου και φακουα
54
και ευμα και πολις αρβοκ αυτη εστιν χεβρων και σωρθ πολεις εννεα και αι επαυλεις αυτων
55
μαωρ και χερμελ και οζιβ και ιταν
56
και ιαριηλ και ιαρικαμ και ζακαναιμ
57
και γαβαα και θαμναθα πολεις εννεα και αι κωμαι αυτων
58
αλουα και βαιθσουρ και γεδδων
59
και μαγαρωθ και βαιθαναμ και θεκουμ πολεις εξ και αι κωμαι αυτων [59α] θεκω και εφραθα αυτη εστιν βαιθλεεμ και φαγωρ και αιταν και κουλον και ταταμ και εωβης και καρεμ και γαλεμ και θεθηρ και μανοχω πολεις ενδεκα και αι κωμαι αυτων
60
καριαθβααλ αυτη η πολις ιαριμ και σωθηβα πολεις δυο και αι επαυλεις αυτων
61
και βαδδαργις και θαραβααμ και αινων και αιχιοζα
62
και ναφλαζων και αι πολεις σαδωμ και ανκαδης πολεις επτα και αι κωμαι αυτων
63
και ο ιεβουσαιος κατωκει εν ιερουσαλημ και ουκ ηδυνασθησαν οι υιοι ιουδα απολεσαι αυτους και κατωκησαν οι ιεβουσαιοι εν ιερουσαλημ εως της ημερας εκεινης