1
και προσηλθοσαν οι αρχιπατριωται των υιων λευι προς ελεαζαρ τον ιερεα και προς ιησουν τον του ναυη και προς τους αρχιφυλους πατριων εκ των φυλων ισραηλ
2
και ειπον προς αυτους εν σηλω εν γη χανααν λεγοντες ενετειλατο κυριος εν χειρι μωυση δουναι ημιν πολεις κατοικειν και τα περισπορια τοις κτηνεσιν ημων
3
και εδωκαν οι υιοι ισραηλ τοις λευιταις εν τω κατακληρονομειν δια προσταγματος κυριου τας πολεις και τα περισπορια αυτων
4
και εξηλθεν ο κληρος τω δημω κααθ και εγενετο τοις υιοις ααρων τοις ιερευσιν τοις λευιταις απο φυλης ιουδα και απο φυλης συμεων και απο φυλης βενιαμιν κληρωτι πολεις δεκα τρεις
5
και τοις υιοις κααθ τοις καταλελειμμενοις εκ της φυλης εφραιμ και εκ της φυλης δαν και απο του ημισους φυλης μανασση κληρωτι πολεις δεκα
6
και τοις υιοις γεδσων απο της φυλης ισσαχαρ και απο της φυλης ασηρ και απο της φυλης νεφθαλι και απο του ημισους φυλης μανασση εν τω βασαν πολεις δεκα τρεις
7
και τοις υιοις μεραρι κατα δημους αυτων απο φυλης ρουβην και απο φυλης γαδ και απο φυλης ζαβουλων κληρωτι πολεις δωδεκα
8
και εδωκαν οι υιοι ισραηλ τοις λευιταις τας πολεις και τα περισπορια αυτων ον τροπον ενετειλατο κυριος τω μωυση κληρωτι
9
και εδωκεν η φυλη υιων ιουδα και η φυλη υιων συμεων και απο της φυλης υιων βενιαμιν τας πολεις και επεκληθησαν
10
τοις υιοις ααρων απο του δημου του κααθ των υιων λευι οτι τουτοις εγενηθη ο κληρος
11
και εδωκεν αυτοις την καριαθαρβοκ μητροπολιν των ενακ αυτη εστιν χεβρων εν τω ορει ιουδα τα δε περισπορια κυκλω αυτης
12
και τους αγρους της πολεως και τας κωμας αυτης εδωκεν ιησους τοις υιοις χαλεβ υιου ιεφοννη εν κατασχεσει
13
και τοις υιοις ααρων την πολιν φυγαδευτηριον τω φονευσαντι την χεβρων και τα αφωρισμενα τα συν αυτη και την λεμνα και τα αφωρισμενα τα προς αυτη
14
και την αιλωμ και τα αφωρισμενα αυτη και την τεμα και τα αφωρισμενα αυτη
15
και την γελλα και τα αφωρισμενα αυτη και την δαβιρ και τα αφωρισμενα αυτη
16
και ασα και τα αφωρισμενα αυτη και τανυ και τα αφωρισμενα αυτη και βαιθσαμυς και τα αφωρισμενα αυτη πολεις εννεα παρα των δυο φυλων τουτων
17
και παρα της φυλης βενιαμιν την γαβαων και τα αφωρισμενα αυτη και γαθεθ και τα αφωρισμενα αυτη
18
και αναθωθ και τα αφωρισμενα αυτη και γαμαλα και τα αφωρισμενα αυτη πολεις τεσσαρες
19
πασαι αι πολεις υιων ααρων των ιερεων δεκα τρεις
20
και τοις δημοις υιοις κααθ τοις λευιταις τοις καταλελειμμενοις απο των υιων κααθ και εγενηθη πολις των οριων αυτων απο φυλης εφραιμ
21
και εδωκαν αυτοις την πολιν του φυγαδευτηριου την του φονευσαντος την συχεμ και τα αφωρισμενα αυτη και γαζαρα και τα προς αυτην και τα αφωρισμενα αυτη
22
και την καβσαιμ και τα αφωρισμενα τα προς αυτη και την ανω βαιθωρων και τα αφωρισμενα αυτη πολεις τεσσαρες
23
και εκ της φυλης δαν την ελκωθαιμ και τα αφωρισμενα αυτη και την γεθεδαν και τα αφωρισμενα αυτη
24
και αιλων και τα αφωρισμενα αυτη και γεθερεμμων και τα αφωρισμενα αυτη πολεις τεσσαρες
25
και απο του ημισους φυλης μανασση την ταναχ και τα αφωρισμενα αυτη και την ιεβαθα και τα αφωρισμενα αυτη πολεις δυο
26
πασαι πολεις δεκα και τα αφωρισμενα τα προς αυταις τοις δημοις υιων κααθ τοις υπολελειμμενοις
27
και τοις υιοις γεδσων τοις λευιταις εκ του ημισους φυλης μανασση τας πολεις τας αφωρισμενας τοις φονευσασι την γαυλων εν τη βασανιτιδι και τα αφωρισμενα αυτη και την βοσοραν και τα αφωρισμενα αυτη πολεις δυο
28
και εκ της φυλης ισσαχαρ την κισων και τα αφωρισμενα αυτη και δεββα και τα αφωρισμενα αυτη
29
και την ρεμμαθ και τα αφωρισμενα αυτη και πηγην γραμματων και τα αφωρισμενα αυτη πολεις τεσσαρες
30
και εκ της φυλης ασηρ την βασελλαν και τα αφωρισμενα αυτη και δαββων και τα αφωρισμενα αυτη
31
και χελκατ και τα αφωρισμενα αυτη και ρααβ και τα αφωρισμενα αυτη πολεις τεσσαρες
32
και εκ της φυλης νεφθαλι την πολιν την αφωρισμενην τω φονευσαντι την καδες εν τη γαλιλαια και τα αφωρισμενα αυτη και την εμμαθ και τα αφωρισμενα αυτη και θεμμων και τα αφωρισμενα αυτη πολεις τρεις
33
πασαι αι πολεις του γεδσων κατα δημους αυτων πολεις δεκα τρεις
34
και τω δημω υιων μεραρι τοις λευιταις τοις λοιποις εκ της φυλης υιων ζαβουλων την μααν και τα περισπορια αυτης και την καδης και τα περισπορια αυτης
35
και δεμνα και τα περισπορια αυτης και σελλα και τα περισπορια αυτης πολεις τεσσαρες
36
και περαν του ιορδανου του κατα ιεριχω εκ της φυλης ρουβην την πολιν το φυγαδευτηριον του φονευσαντος την βοσορ εν τη ερημω τη μισωρ και τα περισπορια αυτης και την ιαζηρ και τα περισπορια αυτης
37
και την δεκμων και τα περισπορια αυτης και την μαφα και τα περισπορια αυτης πολεις τεσσαρες
38
και απο της φυλης γαδ την πολιν το φυγαδευτηριον του φονευσαντος την ραμωθ εν τη γαλααδ και τα περισπορια αυτης και την καμιν και τα περισπορια αυτης
39
και την εσεβων και τα περισπορια αυτης και την ιαζηρ και τα περισπορια αυτης αι πασαι πολεις τεσσαρες
40
πασαι πολεις τοις υιοις μεραρι κατα δημους αυτων των καταλελειμμενων απο της φυλης λευι και εγενηθη τα ορια πολεις δεκα δυο
41
πασαι αι πολεις των λευιτων εν μεσω κατασχεσεως υιων ισραηλ τεσσαρακοντα οκτω πολεις και τα περισπορια αυτων
42
κυκλω των πολεων τουτων πολις και τα περισπορια κυκλω της πολεως πασαις ταις πολεσιν ταυταις [42α] και συνετελεσεν ιησους διαμερισας την γην εν τοις οριοις αυτων [42β] και εδωκαν οι υιοι ισραηλ μεριδα τω ιησοι κατα προσταγμα κυριου εδωκαν αυτω την πολιν ην ητησατο την θαμνασαραχ εδωκαν αυτω εν τω ορει εφραιμ [42χ] και ωκοδομησεν ιησους την πολιν και ωκησεν εν αυτη [42δ] και ελαβεν ιησους τας μαχαιρας τας πετρινας εν αις περιετεμεν τους υιους ισραηλ τους γενομενους εν τη οδω εν τη ερημω και εθηκεν αυτας εν θαμνασαραχ
43
και εδωκεν κυριος τω ισραηλ πασαν την γην ην ωμοσεν δουναι τοις πατρασιν αυτων και κατεκληρονομησαν αυτην και κατωκησαν εν αυτη
44
και κατεπαυσεν αυτους κυριος κυκλοθεν καθοτι ωμοσεν τοις πατρασιν αυτων ουκ ανεστη ουθεις κατενωπιον αυτων απο παντων των εχθρων αυτων παντας τους εχθρους αυτων παρεδωκεν κυριος εις τας χειρας αυτων
45
ου διεπεσεν απο παντων των ρηματων των καλων ων ελαλησεν κυριος τοις υιοις ισραηλ παντα παρεγενετο