1
ως δ' ηκουσαν οι βασιλεις των αμορραιων οι εν τω περαν του ιορδανου οι εν τη ορεινη και οι εν τη πεδινη και οι εν παση τη παραλια της θαλασσης της μεγαλης και οι προς τω αντιλιβανω και οι χετταιοι και οι χαναναιοι και οι φερεζαιοι και οι ευαιοι και οι αμορραιοι και οι γεργεσαιοι και οι ιεβουσαιοι
2
συνηλθοσαν επι το αυτο εκπολεμησαι ιησουν και ισραηλ αμα παντες [2α] τοτε ωκοδομησεν ιησους θυσιαστηριον κυριω τω θεω ισραηλ εν ορει γαιβαλ [2β] καθοτι ενετειλατο μωυσης ο θεραπων κυριου τοις υιοις ισραηλ καθα γεγραπται εν τω νομω μωυση θυσιαστηριον λιθων ολοκληρων εφ' ους ουκ επεβληθη σιδηρος και ανεβιβασεν εκει ολοκαυτωματα κυριω και θυσιαν σωτηριου [2χ] και εγραψεν ιησους επι των λιθων το δευτερονομιον νομον μωυση ον εγραψεν ενωπιον υιων ισραηλ [2δ] και πας ισραηλ και οι πρεσβυτεροι αυτων και οι δικασται και οι γραμματεις αυτων παρεπορευοντο ενθεν και ενθεν της κιβωτου απεναντι και οι ιερεις και οι λευιται ηραν την κιβωτον της διαθηκης κυριου και ο προσηλυτος και ο αυτοχθων οι ησαν ημισυ πλησιον ορους γαριζιν και οι ησαν ημισυ πλησιον ορους γαιβαλ καθοτι ενετειλατο μωυσης ο θεραπων κυριου ευλογησαι τον λαον εν πρωτοις [2ε] και μετα ταυτα ουτως ανεγνω ιησους παντα τα ρηματα του νομου τουτου τας ευλογιας και τας καταρας κατα παντα τα γεγραμμενα εν τω νομω μωυση [2φ] ουκ ην ρημα απο παντων ων ενετειλατο μωυσης τω ιησοι ο ουκ ανεγνω ιησους εις τα ωτα πασης εκκλησιας υιων ισραηλ τοις ανδρασιν και ταις γυναιξιν και τοις παιδιοις και τοις προσηλυτοις τοις προσπορευομενοις τω ισραηλ
3
και οι κατοικουντες γαβαων ηκουσαν παντα οσα εποιησεν κυριος τη ιεριχω και τη γαι
4
και εποιησαν και γε αυτοι μετα πανουργιας και ελθοντες επεσιτισαντο και ητοιμασαντο και λαβοντες σακκους παλαιους επι των ονων αυτων και ασκους οινου παλαιους και κατερρωγοτας αποδεδεμενους
5
και τα κοιλα των υποδηματων αυτων και τα σανδαλια αυτων παλαια και καταπεπελματωμενα εν τοις ποσιν αυτων και τα ιματια αυτων πεπαλαιωμενα επανω αυτων και ο αρτος αυτων του επισιτισμου ξηρος και ευρωτιων και βεβρωμενος
6
και ηλθοσαν προς ιησουν εις την παρεμβολην ισραηλ εις γαλγαλα και ειπαν προς ιησουν και ισραηλ εκ γης μακροθεν ηκαμεν και νυν διαθεσθε ημιν διαθηκην
7
και ειπαν οι υιοι ισραηλ προς τον χορραιον ορα μη εν εμοι κατοικεις και πως σοι διαθωμαι διαθηκην
8
και ειπαν προς ιησουν οικεται σου εσμεν και ειπεν προς αυτους ιησους ποθεν εστε και ποθεν παραγεγονατε
9
και ειπαν εκ γης μακροθεν σφοδρα ηκασιν οι παιδες σου εν ονοματι κυριου του θεου σου ακηκοαμεν γαρ το ονομα αυτου και οσα εποιησεν εν αιγυπτω
10
και οσα εποιησεν τοις βασιλευσιν των αμορραιων οι ησαν περαν του ιορδανου τω σηων βασιλει εσεβων και τω ωγ βασιλει της βασαν ος κατωκει εν ασταρωθ και εν εδραιν
11
και ακουσαντες ειπαν προς ημας οι πρεσβυτεροι ημων και παντες οι κατοικουντες την γην ημων λεγοντες λαβετε εαυτοις επισιτισμον εις την οδον και πορευθητε εις συναντησιν αυτων και ερειτε προς αυτους οικεται σου εσμεν και νυν διαθεσθε ημιν διαθηκην
12
ουτοι οι αρτοι θερμους εφωδιασθημεν αυτους εν τη ημερα η εξηλθομεν παραγενεσθαι προς υμας νυν δε εξηρανθησαν και γεγονασιν βεβρωμενοι
13
και ουτοι οι ασκοι του οινου ους επλησαμεν καινους και ουτοι ερρωγασιν και τα ιματια ημων και τα υποδηματα ημων πεπαλαιωται απο της πολλης οδου σφοδρα
14
και ελαβον οι αρχοντες του επισιτισμου αυτων και κυριον ουκ επηρωτησαν
15
και εποιησεν ιησους προς αυτους ειρηνην και διεθετο προς αυτους διαθηκην του διασωσαι αυτους και ωμοσαν αυτοις οι αρχοντες της συναγωγης
16
και εγενετο μετα τρεις ημερας μετα το διαθεσθαι προς αυτους διαθηκην ηκουσαν οτι εγγυθεν αυτων εισιν και οτι εν αυτοις κατοικουσιν
17
και απηραν οι υιοι ισραηλ και ηλθον εις τας πολεις αυτων αι δε πολεις αυτων γαβαων και κεφιρα και βηρωθ και πολις ιαριν
18
και ουκ εμαχεσαντο αυτοις οι υιοι ισραηλ οτι ωμοσαν αυτοις παντες οι αρχοντες κυριον τον θεον ισραηλ και διεγογγυσαν πασα η συναγωγη επι τοις αρχουσιν
19
και ειπαν οι αρχοντες παση τη συναγωγη ημεις ωμοσαμεν αυτοις κυριον τον θεον ισραηλ και νυν ου δυνησομεθα αψασθαι αυτων
20
τουτο ποιησομεν ζωγρησαι αυτους και περιποιησομεθα αυτους και ουκ εσται καθ' ημων οργη δια τον ορκον ον ωμοσαμεν αυτοις
21
ζησονται και εσονται ξυλοκοποι και υδροφοροι παση τη συναγωγη καθαπερ ειπαν αυτοις οι αρχοντες
22
και συνεκαλεσεν αυτους ιησους και ειπεν αυτοις δια τι παρελογισασθε με λεγοντες μακραν απο σου εσμεν σφοδρα υμεις δε εγχωριοι εστε των κατοικουντων εν ημιν
23
και νυν επικαταρατοι εστε ου μη εκλιπη εξ υμων δουλος ουδε ξυλοκοπος εμοι και τω θεω μου
24
και απεκριθησαν τω ιησοι λεγοντες ανηγγελη ημιν οσα συνεταξεν κυριος ο θεος σου μωυση τω παιδι αυτου δουναι υμιν την γην ταυτην και εξολεθρευσαι ημας και παντας τους κατοικουντας επ' αυτης απο προσωπου υμων και εφοβηθημεν σφοδρα περι των ψυχων ημων απο προσωπου υμων και εποιησαμεν το πραγμα τουτο
25
και νυν ιδου ημεις υποχειριοι υμιν ως αρεσκει υμιν και ως δοκει υμιν ποιησατε ημιν
26
και εποιησαν αυτοις ουτως και εξειλατο αυτους ιησους εν τη ημερα εκεινη εκ χειρων υιων ισραηλ και ουκ ανειλον αυτους
27
και κατεστησεν αυτους ιησους εν τη ημερα εκεινη ξυλοκοπους και υδροφορους παση τη συναγωγη και τω θυσιαστηριω του θεου δια τουτο εγενοντο οι κατοικουντες γαβαων ξυλοκοποι και υδροφοροι του θυσιαστηριου του θεου εως της σημερον ημερας και εις τον τοπον ον εαν εκλεξηται κυριος