1
και ελαλησεν κυριος προς μωυσην λεγων
2
λαλησον τοις υιοις ισραηλ και ερεις αυτοις ος αν ευξηται ευχην ωστε τιμην της ψυχης αυτου τω κυριω
3
εσται η τιμη του αρσενος απο εικοσαετους εως εξηκονταετους εσται αυτου η τιμη πεντηκοντα διδραχμα αργυριου τω σταθμω τω αγιω
4
της δε θηλειας εσται η συντιμησις τριακοντα διδραχμα
5
εαν δε απο πενταετους εως εικοσι ετων εσται η τιμη του αρσενος εικοσι διδραχμα της δε θηλειας δεκα διδραχμα
6
απο δε μηνιαιου εως πενταετους εσται η τιμη του αρσενος πεντε διδραχμα αργυριου της δε θηλειας τρια διδραχμα
7
εαν δε απο εξηκονταετων και επανω εαν μεν αρσεν η εσται η τιμη πεντεκαιδεκα διδραχμα αργυριου εαν δε θηλεια δεκα διδραχμα
8
εαν δε ταπεινος η τη τιμη στησεται εναντιον του ιερεως και τιμησεται αυτον ο ιερευς καθαπερ ισχυει η χειρ του ευξαμενου τιμησεται αυτον ο ιερευς
9
εαν δε απο των κτηνων των προσφερομενων απ' αυτων δωρον τω κυριω ος αν δω απο τουτων τω κυριω εσται αγιον
10
ουκ αλλαξει αυτο καλον πονηρω ουδε πονηρον καλω εαν δε αλλασσων αλλαξη αυτο κτηνος κτηνει εσται αυτο και το αλλαγμα αγια
11
εαν δε παν κτηνος ακαθαρτον αφ' ων ου προσφερεται απ' αυτων δωρον τω κυριω στησει το κτηνος εναντι του ιερεως
12
και τιμησεται αυτο ο ιερευς ανα μεσον καλου και ανα μεσον πονηρου και καθοτι αν τιμησεται ο ιερευς ουτως στησεται
13
εαν δε λυτρουμενος λυτρωσηται αυτο προσθησει το επιπεμπτον προς την τιμην αυτου
14
και ανθρωπος ος αν αγιαση την οικιαν αυτου αγιαν τω κυριω και τιμησεται αυτην ο ιερευς ανα μεσον καλης και ανα μεσον πονηρας ως αν τιμησεται αυτην ο ιερευς ουτως σταθησεται
15
εαν δε ο αγιασας αυτην λυτρωται την οικιαν αυτου προσθησει επ' αυτο το επιπεμπτον του αργυριου της τιμης και εσται αυτω
16
εαν δε απο του αγρου της κατασχεσεως αυτου αγιαση ανθρωπος τω κυριω και εσται η τιμη κατα τον σπορον αυτου κορου κριθων πεντηκοντα διδραχμα αργυριου
17
εαν δε απο του ενιαυτου της αφεσεως αγιαση τον αγρον αυτου κατα την τιμην αυτου στησεται
18
εαν δε εσχατον μετα την αφεσιν αγιαση τον αγρον αυτου προσλογιειται αυτω ο ιερευς το αργυριον επι τα ετη τα επιλοιπα εως εις τον ενιαυτον της αφεσεως και ανθυφαιρεθησεται απο της συντιμησεως αυτου
19
εαν δε λυτρωται τον αγρον ο αγιασας αυτον προσθησει το επιπεμπτον του αργυριου προς την τιμην αυτου και εσται αυτω
20
εαν δε μη λυτρωται τον αγρον και αποδωται τον αγρον ανθρωπω ετερω ουκετι μη λυτρωσηται αυτον
21
αλλ' εσται ο αγρος εξεληλυθυιας της αφεσεως αγιος τω κυριω ωσπερ η γη η αφωρισμενη τω ιερει εσται κατασχεσις
22
εαν δε απο του αγρου ου κεκτηται ος ουκ εστιν απο του αγρου της κατασχεσεως αυτου αγιαση τω κυριω
23
λογιειται προς αυτον ο ιερευς το τελος της τιμης εκ του ενιαυτου της αφεσεως και αποδωσει την τιμην εν τη ημερα εκεινη αγιον τω κυριω
24
και εν τω ενιαυτω της αφεσεως αποδοθησεται ο αγρος τω ανθρωπω παρ' ου κεκτηται αυτον ου ην η κατασχεσις της γης
25
και πασα τιμη εσται σταθμιοις αγιοις εικοσι οβολοι εσται το διδραχμον
26
και παν πρωτοτοκον ο αν γενηται εν τοις κτηνεσιν σου εσται τω κυριω και ου καθαγιασει ουθεις αυτο εαν τε μοσχον εαν τε προβατον τω κυριω εστιν
27
εαν δε των τετραποδων των ακαθαρτων αλλαξει κατα την τιμην αυτου και προσθησει το επιπεμπτον προς αυτο και εσται αυτω εαν δε μη λυτρωται πραθησεται κατα το τιμημα αυτου
28
παν δε αναθεμα ο εαν αναθη ανθρωπος τω κυριω απο παντων οσα αυτω εστιν απο ανθρωπου εως κτηνους και απο αγρου κατασχεσεως αυτου ουκ αποδωσεται ουδε λυτρωσεται παν αναθεμα αγιον αγιων εσται τω κυριω
29
και παν ο εαν ανατεθη απο των ανθρωπων ου λυτρωθησεται αλλα θανατω θανατωθησεται
30
πασα δεκατη της γης απο του σπερματος της γης και του καρπου του ξυλινου τω κυριω εστιν αγιον τω κυριω
31
εαν δε λυτρωται λυτρω ανθρωπος την δεκατην αυτου το επιπεμπτον προσθησει προς αυτο και εσται αυτω
32
και πασα δεκατη βοων και προβατων και παν ο εαν ελθη εν τω αριθμω υπο την ραβδον το δεκατον εσται αγιον τω κυριω
33
ουκ αλλαξεις καλον πονηρω εαν δε αλλασσων αλλαξης αυτο και το αλλαγμα αυτου εσται αγιον ου λυτρωθησεται
34
αυται εισιν αι εντολαι ας ενετειλατο κυριος τω μωυση προς τους υιους ισραηλ εν τω ορει σινα .