1
ιδου εγω εξαποστελλω τον αγγελον μου και επιβλεψεται οδον προ προσωπου μου και εξαιφνης ηξει εις τον ναον εαυτου κυριος ον υμεις ζητειτε και ο αγγελος της διαθηκης ον υμεις θελετε ιδου ερχεται λεγει κυριος παντοκρατωρ
2
και τις υπομενει ημεραν εισοδου αυτου η τις υποστησεται εν τη οπτασια αυτου διοτι αυτος εισπορευεται ως πυρ χωνευτηριου και ως ποα πλυνοντων
3
και καθιειται χωνευων και καθαριζων ως το αργυριον και ως το χρυσιον και καθαρισει τους υιους λευι και χεει αυτους ως το χρυσιον και ως το αργυριον και εσονται τω κυριω προσαγοντες θυσιαν εν δικαιοσυνη
4
και αρεσει τω κυριω θυσια ιουδα και ιερουσαλημ καθως αι ημεραι του αιωνος και καθως τα ετη τα εμπροσθεν
5
και προσαξω προς υμας εν κρισει και εσομαι μαρτυς ταχυς επι τας φαρμακους και επι τας μοιχαλιδας και επι τους ομνυοντας τω ονοματι μου επι ψευδει και επι τους αποστερουντας μισθον μισθωτου και τους καταδυναστευοντας χηραν και τους κονδυλιζοντας ορφανους και τους εκκλινοντας κρισιν προσηλυτου και τους μη φοβουμενους με λεγει κυριος παντοκρατωρ
6
διοτι εγω κυριος ο θεος υμων και ουκ ηλλοιωμαι και υμεις υιοι ιακωβ ουκ απεχεσθε
7
απο των αδικιων των πατερων υμων εξεκλινατε νομιμα μου και ουκ εφυλαξασθε επιστρεψατε προς με και επιστραφησομαι προς υμας λεγει κυριος παντοκρατωρ και ειπατε εν τινι επιστρεψωμεν
8
ει πτερνιει ανθρωπος θεον διοτι υμεις πτερνιζετε με και ερειτε εν τινι επτερνικαμεν σε οτι τα επιδεκατα και αι απαρχαι μεθ' υμων εισιν
9
και αποβλεποντες υμεις αποβλεπετε και εμε υμεις πτερνιζετε το εθνος συνετελεσθη
10
και εισηνεγκατε παντα τα εκφορια εις τους θησαυρους και εν τω οικω αυτου εσται η διαρπαγη αυτου επισκεψασθε δη εν τουτω λεγει κυριος παντοκρατωρ εαν μη ανοιξω υμιν τους καταρρακτας του ουρανου και εκχεω υμιν την ευλογιαν μου εως του ικανωθηναι
11
και διαστελω υμιν εις βρωσιν και ου μη διαφθειρω υμων τον καρπον της γης και ου μη ασθενηση υμων η αμπελος η εν τω αγρω λεγει κυριος παντοκρατωρ
12
και μακαριουσιν υμας παντα τα εθνη διοτι εσεσθε υμεις γη θελητη λεγει κυριος παντοκρατωρ
13
εβαρυνατε επ' εμε τους λογους υμων λεγει κυριος και ειπατε εν τινι κατελαλησαμεν κατα σου
14
ειπατε ματαιος ο δουλευων θεω και τι πλεον οτι εφυλαξαμεν τα φυλαγματα αυτου και διοτι επορευθημεν ικεται προ προσωπου κυριου παντοκρατορος
15
και νυν ημεις μακαριζομεν αλλοτριους και ανοικοδομουνται παντες ποιουντες ανομα και αντεστησαν θεω και εσωθησαν
16
ταυτα κατελαλησαν οι φοβουμενοι τον κυριον εκαστος προς τον πλησιον αυτου και προσεσχεν κυριος και εισηκουσεν και εγραψεν βιβλιον μνημοσυνου ενωπιον αυτου τοις φοβουμενοις τον κυριον και ευλαβουμενοις το ονομα αυτου
17
και εσονται μοι λεγει κυριος παντοκρατωρ εις ημεραν ην εγω ποιω εις περιποιησιν και αιρετιω αυτους ον τροπον αιρετιζει ανθρωπος τον υιον αυτου τον δουλευοντα αυτω
18
και επιστραφησεσθε και οψεσθε ανα μεσον δικαιου και ανα μεσον ανομου και ανα μεσον του δουλευοντος θεω και του μη δουλευοντος
19
διοτι ιδου ημερα κυριου ερχεται καιομενη ως κλιβανος και φλεξει αυτους και εσονται παντες οι αλλογενεις και παντες οι ποιουντες ανομα καλαμη και αναψει αυτους η ημερα η ερχομενη λεγει κυριος παντοκρατωρ και ου μη υπολειφθη εξ αυτων ριζα ουδε κλημα
20
και ανατελει υμιν τοις φοβουμενοις το ονομα μου ηλιος δικαιοσυνης και ιασις εν ταις πτερυξιν αυτου και εξελευσεσθε και σκιρτησετε ως μοσχαρια εκ δεσμων ανειμενα
21
και καταπατησετε ανομους διοτι εσονται σποδος υποκατω των ποδων υμων εν τη ημερα η εγω ποιω λεγει κυριος παντοκρατωρ
22
και ιδου εγω αποστελλω υμιν ηλιαν τον θεσβιτην πριν ελθειν ημεραν κυριου την μεγαλην και επιφανη
23
ος αποκαταστησει καρδιαν πατρος προς υιον και καρδιαν ανθρωπου προς τον πλησιον αυτου μη ελθω και παταξω την γην αρδην
24
μνησθητε νομου μωυση του δουλου μου καθοτι ενετειλαμην αυτω εν χωρηβ προς παντα τον ισραηλ προσταγματα και δικαιωματα .