1
οιμμοι οτι εγενομην ως συναγων καλαμην εν αμητω και ως επιφυλλιδα εν τρυγητω ουχ υπαρχοντος βοτρυος του φαγειν τα πρωτογονα οιμμοι ψυχη
2
οτι απολωλεν ευλαβης απο της γης και κατορθων εν ανθρωποις ουχ υπαρχει παντες εις αιματα δικαζονται εκαστος τον πλησιον αυτου εκθλιβουσιν εκθλιβη
3
επι το κακον τας χειρας αυτων ετοιμαζουσιν ο αρχων αιτει και ο κριτης ειρηνικους λογους ελαλησεν καταθυμιον ψυχης αυτου εστιν και εξελουμαι
4
τα αγαθα αυτων ως σης εκτρωγων και βαδιζων επι κανονος εν ημερα σκοπιας ουαι ουαι αι εκδικησεις σου ηκασιν νυν εσονται κλαυθμοι αυτων
5
μη καταπιστευετε εν φιλοις και μη ελπιζετε επι ηγουμενοις απο της συγκοιτου σου φυλαξαι του αναθεσθαι τι αυτη
6
διοτι υιος ατιμαζει πατερα θυγατηρ επαναστησεται επι την μητερα αυτης νυμφη επι την πενθεραν αυτης εχθροι ανδρος παντες οι ανδρες οι εν τω οικω αυτου
7
εγω δε επι τον κυριον επιβλεψομαι υπομενω επι τω θεω τω σωτηρι μου εισακουσεται μου ο θεος μου
8
μη επιχαιρε μοι η εχθρα μου οτι πεπτωκα και αναστησομαι διοτι εαν καθισω εν τω σκοτει κυριος φωτιει μοι
9
οργην κυριου υποισω οτι ημαρτον αυτω εως του δικαιωσαι αυτον την δικην μου και ποιησει το κριμα μου και εξαξει με εις το φως οψομαι την δικαιοσυνην αυτου
10
και οψεται η εχθρα μου και περιβαλειται αισχυνην η λεγουσα προς με που κυριος ο θεος σου οι οφθαλμοι μου εποψονται αυτην νυν εσται εις καταπατημα ως πηλος εν ταις οδοις
11
ημερας αλοιφης πλινθου εξαλειψις σου η ημερα εκεινη και αποτριψεται νομιμα σου
12
η ημερα εκεινη και αι πολεις σου ηξουσιν εις ομαλισμον και εις διαμερισμον ασσυριων και αι πολεις σου αι οχυραι εις διαμερισμον απο τυρου εως του ποταμου συριας ημερα υδατος και θορυβου
13
και εσται η γη εις αφανισμον συν τοις κατοικουσιν αυτην εκ καρπων επιτηδευματων αυτων
14
ποιμαινε λαον σου εν ραβδω σου προβατα κληρονομιας σου κατασκηνουντας καθ' εαυτους δρυμον εν μεσω του καρμηλου νεμησονται την βασανιτιν και την γαλααδιτιν καθως αι ημεραι του αιωνος
15
και κατα τας ημερας εξοδιας σου εξ αιγυπτου οψεσθε θαυμαστα
16
οψονται εθνη και καταισχυνθησονται εκ πασης της ισχυος αυτων επιθησουσιν χειρας επι το στομα αυτων τα ωτα αυτων αποκωφωθησονται
17
λειξουσιν χουν ως οφεις συροντες γην συγχυθησονται εν συγκλεισμω αυτων επι τω κυριω θεω ημων εκστησονται και φοβηθησονται απο σου
18
τις θεος ωσπερ συ εξαιρων αδικιας και υπερβαινων ασεβειας τοις καταλοιποις της κληρονομιας αυτου και ου συνεσχεν εις μαρτυριον οργην αυτου οτι θελητης ελεους εστιν
19
αυτος επιστρεψει και οικτιρησει ημας καταδυσει τας αδικιας ημων και απορριφησονται εις τα βαθη της θαλασσης πασας τας αμαρτιας ημων
20
δωσεις αληθειαν τω ιακωβ ελεον τω αβρααμ καθοτι ωμοσας τοις πατρασιν ημων κατα τας ημερας τας εμπροσθεν .