1
και εγενετο καθως ηκουσθη τω σαναβαλλατ και τωβια και τω γησαμ τω αραβι και τοις καταλοιποις των εχθρων ημων οτι ωκοδομησα το τειχος και ου κατελειφθη εν αυτοις πνοη εως του καιρου εκεινου θυρας ουκ επεστησα εν ταις πυλαις
2
και απεστειλεν σαναβαλλατ και γησαμ προς με λεγων δευρο και συναχθωμεν επι το αυτο εν ταις κωμαις εν πεδιω ωνω και αυτοι λογιζομενοι ποιησαι μοι πονηριαν
3
και απεστειλα επ' αυτους αγγελους λεγων εργον μεγα εγω ποιω και ου δυνησομαι καταβηναι μηποτε καταπαυση το εργον ως αν τελειωσω αυτο καταβησομαι προς υμας
4
και απεστειλαν προς με ως το ρημα τουτο και απεστειλα αυτοις κατα ταυτα
5
και απεστειλεν προς με σαναβαλλατ τον παιδα αυτου και επιστολην ανεωγμενην εν χειρι αυτου
6
και ην γεγραμμενον εν αυτη εν εθνεσιν ηκουσθη οτι συ και οι ιουδαιοι λογιζεσθε αποστατησαι δια τουτο συ οικοδομεις το τειχος και συ γινη αυτοις εις βασιλεα
7
και προς τουτοις προφητας εστησας σεαυτω ινα καθισης εν ιερουσαλημ εις βασιλεα εν ιουδα και νυν απαγγελησονται τω βασιλει οι λογοι ουτοι και νυν δευρο βουλευσωμεθα επι το αυτο
8
και απεστειλα προς αυτον λεγων ουκ εγενηθη ως οι λογοι ουτοι ους συ λεγεις οτι απο καρδιας σου συ ψευδη αυτους
9
οτι παντες φοβεριζουσιν ημας λεγοντες εκλυθησονται αι χειρες αυτων απο του εργου τουτου και ου ποιηθησεται και νυν εκραταιωσα τας χειρας μου
10
και εγω εισηλθον εις οικον σεμει υιου δαλαια υιου μεηταβηλ και αυτος συνεχομενος και ειπεν συναχθωμεν εις οικον του θεου εν μεσω αυτου και κλεισωμεν τας θυρας αυτου οτι ερχονται νυκτος φονευσαι σε
11
και ειπα τις εστιν ο ανηρ ος εισελευσεται εις τον οικον και ζησεται
12
και επεγνων και ιδου ο θεος ουκ απεστειλεν αυτον οτι η προφητεια λογος κατ' εμου και τωβιας και σαναβαλλατ εμισθωσαντο
13
επ' εμε οχλον οπως φοβηθω και ποιησω ουτως και αμαρτω και γενωμαι αυτοις εις ονομα πονηρον οπως ονειδισωσιν με
14
μνησθητι ο θεος τω τωβια και τω σαναβαλλατ ως τα ποιηματα αυτου ταυτα και τω νωαδια τω προφητη και τοις καταλοιποις των προφητων οι ησαν φοβεριζοντες με
15
και ετελεσθη το τειχος πεμπτη και εικαδι του ελουλ εις πεντηκοντα και δυο ημερας
16
και εγενετο ηνικα ηκουσαν παντες οι εχθροι ημων και εφοβηθησαν παντα τα εθνη τα κυκλω ημων και επεπεσεν φοβος σφοδρα εν οφθαλμοις αυτων και εγνωσαν οτι παρα του θεου ημων εγενηθη τελειωθηναι το εργον τουτο
17
και εν ταις ημεραις εκειναις απο πολλων εντιμων ιουδα επιστολαι επορευοντο προς τωβιαν και αι τωβια ηρχοντο προς αυτους
18
οτι πολλοι εν ιουδα ενορκοι ησαν αυτω οτι γαμβρος ην του σεχενια υιου ηραε και ιωαναν υιος αυτου ελαβεν την θυγατερα μεσουλαμ υιου βαραχια εις γυναικα
19
και τους λογους αυτου ησαν λεγοντες προς με και λογους μου ησαν εκφεροντες αυτω και επιστολας απεστειλεν τωβιας φοβερισαι με