1
και εγενετο ηνικα ωκοδομηθη το τειχος και εστησα τας θυρας και επεσκεπησαν οι πυλωροι και οι αδοντες και οι λευιται
2
και ενετειλαμην τω ανανια αδελφω μου και τω ανανια αρχοντι της βιρα εν ιερουσαλημ οτι αυτος ως ανηρ αληθης και φοβουμενος τον θεον παρα πολλους
3
και ειπα αυτοις ουκ ανοιγησονται πυλαι ιερουσαλημ εως αμα τω ηλιω και ετι αυτων γρηγορουντων κλειεσθωσαν αι θυραι και σφηνουσθωσαν και στησον προφυλακας οικουντων εν ιερουσαλημ ανηρ εν προφυλακη αυτου και ανηρ απεναντι οικιας αυτου
4
και η πολις πλατεια και μεγαλη και ο λαος ολιγος εν αυτη και ουκ ησαν οικιαι ωκοδομημεναι
5
και εδωκεν ο θεος εις την καρδιαν μου και συνηξα τους εντιμους και τους αρχοντας και τον λαον εις συνοδιας και ευρον βιβλιον της συνοδιας οι ανεβησαν εν πρωτοις και ευρον γεγραμμενον εν αυτω
6
και ουτοι υιοι της χωρας οι αναβαντες απο αιχμαλωσιας της αποικιας ης απωκισεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος και επεστρεψαν εις ιερουσαλημ και εις ιουδα ανηρ εις την πολιν αυτου
7
μετα ζοροβαβελ και ιησου και νεεμια αζαρια δαεμια ναεμανι μαρδοχαιος βαλσαν μασφαραθ εσδρα βαγοι ναουμ βαανα μασφαρ ανδρες λαου ισραηλ
8
υιοι φορος δισχιλιοι εκατον εβδομηκοντα δυο
9
υιοι σαφατια τριακοσιοι εβδομηκοντα δυο
10
υιοι ηρα εξακοσιοι πεντηκοντα δυο
11
υιοι φααθμωαβ τοις υιοις ιησου και ιωαβ δισχιλιοι οκτακοσιοι δεκα οκτω
12
υιοι αιλαμ χιλιοι διακοσιοι πεντηκοντα τεσσαρες
13
υιοι ζαθουα οκτακοσιοι τεσσαρακοντα πεντε
14
υιοι ζακχου επτακοσιοι εξηκοντα
15
υιοι βανουι εξακοσιοι τεσσαρακοντα οκτω
16
υιοι βηβι εξακοσιοι εικοσι οκτω
17
υιοι ασγαδ δισχιλιοι τριακοσιοι εικοσι δυο
18
υιοι αδενικαμ εξακοσιοι εξηκοντα επτα
19
υιοι βαγοι δισχιλιοι εξηκοντα επτα
20
υιοι ηδιν εξακοσιοι πεντηκοντα πεντε
21
υιοι ατηρ τω εζεκια ενενηκοντα οκτω
22
υιοι ησαμ τριακοσιοι εικοσι οκτω
23
υιοι βεσι τριακοσιοι εικοσι τεσσαρες
24
υιοι αριφ εκατον δωδεκα
25
υιοι γαβαων ενενηκοντα πεντε
26
υιοι βαιθλεεμ εκατον εικοσι τρεις υιοι νετωφα πεντηκοντα εξ
27
υιοι αναθωθ εκατον εικοσι οκτω
28
ανδρες βηθασμωθ τεσσαρακοντα δυο
29
ανδρες καριαθιαριμ καφιρα και βηρωθ επτακοσιοι τεσσαρακοντα τρεις
30
ανδρες αραμα και γαβαα εξακοσιοι εικοσι εις
31
ανδρες μαχεμας εκατον εικοσι δυο
32
ανδρες βηθηλ και αια εκατον εικοσι τρεις
33
ανδρες ναβι-ααρ πεντηκοντα δυο
34
ανδρες ηλαμ-ααρ χιλιοι διακοσιοι πεντηκοντα τεσσαρες
35
υιοι ηραμ τριακοσιοι εικοσι
36
υιοι ιεριχω τριακοσιοι τεσσαρακοντα πεντε
37
υιοι λοδ αδιδ και ωνω επτακοσιοι εικοσι εις
38
υιοι σαναα τρισχιλιοι εννακοσιοι τριακοντα
39
οι ιερεις υιοι ιωδαε εις οικον ιησου εννακοσιοι εβδομηκοντα τρεις
40
υιοι εμμηρ χιλιοι πεντηκοντα δυο
41
υιοι φασσουρ χιλιοι διακοσιοι τεσσαρακοντα επτα
42
υιοι ηραμ χιλιοι δεκα επτα
43
οι λευιται υιοι ιησου τω καδμιηλ τοις υιοις του ουδουια εβδομηκοντα τεσσαρες
44
οι αδοντες υιοι ασαφ εκατον τεσσαρακοντα οκτω
45
οι πυλωροι υιοι σαλουμ υιοι ατηρ υιοι τελμων υιοι ακουβ υιοι ατιτα υιοι σαβι εκατον τριακοντα οκτω
46
οι ναθινιμ υιοι σηα υιοι ασιφα υιοι ταβαωθ
47
υιοι κιρας υιοι σουια υιοι φαδων
48
υιοι λαβανα υιοι αγαβα υιοι σαλαμι
49
υιοι αναν υιοι γαδηλ υιοι γααρ
50
υιοι ρααια υιοι ρασων υιοι νεκωδα
51
υιοι γηζαμ υιοι οζι υιοι φεση
52
υιοι βησι υιοι μεινωμ υιοι νεφωσασιμ
53
υιοι βακβουκ υιοι αχιφα υιοι αρουρ
54
υιοι βασαλωθ υιοι μειδα υιοι αδασαν
55
υιοι βαρκους υιοι σισαρα υιοι θημα
56
υιοι νισια υιοι ατιφα
57
υιοι δουλων σαλωμων υιοι σουτι υιοι σαφαραθ υιοι φεριδα
58
υιοι ιεαλη υιοι δορκων υιοι γαδηλ
59
υιοι σαφατια υιοι ετηλ υιοι φαχαραθ υιοι σαβαιμ υιοι ημιμ
60
παντες οι ναθινιμ και υιοι δουλων σαλωμων τριακοσιοι ενενηκοντα δυο
61
και ουτοι ανεβησαν απο θελμελεθ αρησα χαρουβ ηρων ιεμηρ και ουκ ηδυνασθησαν απαγγειλαι οικους πατριων αυτων και σπερμα αυτων ει απο ισραηλ εισιν
62
υιοι δαλαια υιοι τωβια υιοι νεκωδα εξακοσιοι τεσσαρακοντα δυο
63
και απο των ιερεων υιοι εβια υιοι ακως υιοι βερζελλι οτι ελαβεν απο θυγατερων βερζελλι του γαλααδιτου γυναικας και εκληθη επ' ονοματι αυτων
64
ουτοι εζητησαν γραφην αυτων της συνοδιας και ουχ ευρεθη και ηγχιστευθησαν απο της ιερατειας
65
και ειπεν αθερσαθα ινα μη φαγωσιν απο του αγιου των αγιων εως αναστη ο ιερευς φωτισων
66
και εγενετο πασα η εκκλησια ως εις τεσσαρες μυριαδες δισχιλιοι τριακοσιοι εξηκοντα
67
παρεξ δουλων αυτων και παιδισκων αυτων ουτοι επτακισχιλιοι τριακοσιοι τριακοντα επτα και αδοντες και αδουσαι διακοσιοι τεσσαρακοντα πεντε
68
ιπποι επτακοσιοι τριακοντα εξ ημιονοι διακοσιοι τεσσαρακοντα πεντε
69
καμηλοι τετρακοσιοι τριακοντα πεντε ονοι εξακισχιλιοι επτακοσιοι εικοσι
70
και απο μερους αρχηγων των πατριων εδωκαν εις το εργον τω νεεμια εις θησαυρον χρυσους χιλιους φιαλας πεντηκοντα και χοθωνωθ των ιερεων τριακοντα
71
και απο αρχηγων των πατριων εδωκαν εις θησαυρον του εργου χρυσιου δυο μυριαδας και αργυριου μνας δισχιλιας διακοσιας
72
και εδωκαν οι καταλοιποι του λαου χρυσιου δυο μυριαδας και αργυριου μνας δισχιλιας διακοσιας και χοθωνωθ των ιερεων εξηκοντα επτα
73
και εκαθισαν οι ιερεις και οι λευιται και οι πυλωροι και οι αδοντες και οι απο του λαου και οι ναθινιμ και πας ισραηλ εν πολεσιν αυτων και εφθασεν ο μην ο εβδομος και οι υιοι ισραηλ εν πολεσιν αυτων