1
και εκαθισαν οι αρχοντες του λαου εν ιερουσαλημ και οι καταλοιποι του λαου εβαλοσαν κληρους ενεγκαι ενα απο των δεκα καθισαι εν ιερουσαλημ πολει τη αγια και εννεα μερη εν ταις πολεσιν
2
και ευλογησεν ο λαος τους παντας ανδρας τους εκουσιαζομενους καθισαι εν ιερουσαλημ
3
και ουτοι οι αρχοντες της χωρας οι εκαθισαν εν ιερουσαλημ και εν πολεσιν ιουδα εκαθισαν ανηρ εν κατασχεσει αυτου εν πολεσιν αυτων ισραηλ οι ιερεις και οι λευιται και οι ναθιναιοι και οι υιοι δουλων σαλωμων
4
και εν ιερουσαλημ εκαθισαν απο υιων ιουδα και απο υιων βενιαμιν απο υιων ιουδα αθαια υιος αζαια υιος ζαχαρια υιος αμαρια υιος σαφατια υιος μαλεληλ και απο υιων φαρες
5
και μαασια υιος βαρουχ υιος χαλαζα υιος οζια υιος αδαια υιος ιωριβ υιος θηζια υιος του σηλωνι
6
παντες υιοι φαρες οι καθημενοι εν ιερουσαλημ τετρακοσιοι εξηκοντα οκτω ανδρες δυναμεως
7
και ουτοι υιοι βενιαμιν σηλω υιος μεσουλαμ υιος ιωαδ υιος φαδαια υιος κωλια υιος μασαια υιος αιθιηλ υιος ιεσια
8
και οπισω αυτου γηβι σηλι εννακοσιοι εικοσι οκτω
9
και ιωηλ υιος ζεχρι επισκοπος επ' αυτους και ιουδας υιος ασανα επι της πολεως δευτερος
10
απο των ιερεων και ιαδια υιος ιωριβ ιαχιν
11
σαραια υιος ελκια υιος μεσουλαμ υιος σαδδουκ υιος μαριωθ υιος αιτωβ απεναντι οικου του θεου
12
και αδελφοι αυτων ποιουντες το εργον του οικου αμασι υιος ζαχαρια υιος φασσουρ υιος μελχια
13
αρχοντες πατριων διακοσιοι τεσσαρακοντα δυο και αμεσσαι υιος εσδριηλ
14
και αδελφοι αυτου δυνατοι παραταξεως εκατον εικοσι οκτω και επισκοπος επ' αυτων βαδιηλ
15
και απο των λευιτων σαμαια υιος ασουβ υιος εζρι
17
και μαθανια υιος μιχα και ωβηδ υιος σαμουι
18
διακοσιοι ογδοηκοντα τεσσαρες
19
και οι πυλωροι ακουβ τελαμιν και οι αδελφοι αυτων εκατον εβδομηκοντα δυο
22
και επισκοπος λευιτων υιος βανι οζι υιος ασαβια υιος μιχα απο υιων ασαφ των αδοντων απεναντι εργου οικου του θεου
23
οτι εντολη του βασιλεως επ' αυτους
24
και παθαια υιος βασηζα προς χειρα του βασιλεως εις παν ρημα τω λαω
25
και προς τας επαυλεις εν αγρω αυτων και απο υιων ιουδα εκαθισαν εν καριαθαρβοκ
26
και εν ιησου
27
και εν βεηρσαβεε
30
και επαυλεις αυτων λαχις και αγροι αυτης και παρενεβαλοσαν εν βεηρσαβεε
31
και οι υιοι βενιαμιν απο γαβα μαχαμας
36
και απο των λευιτων μεριδες ιουδα τω βενιαμιν