1
και ουτοι οι ιερεις και οι λευιται οι αναβαινοντες μετα ζοροβαβελ υιου σαλαθιηλ και ιησου σαραια ιερμια εσδρα
2
αμαρια μαλουχ
3
σεχενια
7
ουτοι αρχοντες των ιερεων και αδελφοι αυτων εν ημεραις ιησου
8
και οι λευιται ιησου βανουι καδμιηλ σαραβια ιουδα μαχανια επι των χειρων αυτος και οι αδελφοι αυτου
9
εις τας εφημεριας
10
και ιησους εγεννησεν τον ιωακιμ και ιωακιμ εγεννησεν τον ελιασιβ και ελιασιβ τον ιωδαε
11
και ιωδαε εγεννησεν τον ιωναθαν και ιωναθαν εγεννησεν τον ιαδου
12
και εν ημεραις ιωακιμ αδελφοι αυτου οι ιερεις και οι αρχοντες των πατριων τω σαραια μαραια τω ιερμια ανανια
13
τω εσδρα μεσουλαμ τω αμαρια ιωαναν
14
τω μαλουχ ιωναθαν τω σεχενια ιωσηφ
15
τω αρεμ αδνας τω μαριωθ ελκαι
16
τω αδδαι ζαχαριας τω γαναθων μοσολλαμ
17
τω αβια ζεχρι τω βενιαμιν εν καιροις τω φελητι
18
τω βαλγα σαμουε τω σεμεια ιωναθαν
19
τω ιωιαριβ μαθθαναι τω ιδια οζι
20
τω σαλλαι καλλαι τω αμουκ αβεδ
21
τω ελκια ασαβιας τω ιεδειου ναθαναηλ
22
οι λευιται εν ημεραις ελιασιβ ιωαδα και ιωαναν και ιδουα γεγραμμενοι αρχοντες πατριων και οι ιερεις εν βασιλεια δαρειου του περσου
23
υιοι λευι αρχοντες των πατριων γεγραμμενοι επι βιβλιω λογων των ημερων και εως ημερων ιωαναν υιου ελισουβ
24
και αρχοντες των λευιτων ασαβια και σαραβια και ιησου και υιοι καδμιηλ και οι αδελφοι αυτων κατεναντιον αυτων εις υμνειν και αινειν εν εντολη δαυιδ ανθρωπου του θεου εφημερια προς εφημεριαν
25
εν τω συναγαγειν με τους πυλωρους
26
εν ημεραις ιωακιμ υιου ιησου υιου ιωσεδεκ και εν ημεραις νεεμια και εσδρας ο ιερευς ο γραμματευς
27
και εν εγκαινιοις τειχους ιερουσαλημ εζητησαν τους λευιτας εν τοις τοποις αυτων του ενεγκαι αυτους εις ιερουσαλημ ποιησαι εγκαινια και ευφροσυνην εν θωδαθα και εν ωδαις κυμβαλιζοντες και ψαλτηρια και κινυραι
28
και συνηχθησαν οι υιοι των αδοντων και απο της περιχωρου κυκλοθεν εις ιερουσαλημ και απο επαυλεων
29
και απο αγρων οτι επαυλεις ωκοδομησαν εαυτοις οι αδοντες εν ιερουσαλημ
30
και εκαθαρισθησαν οι ιερεις και οι λευιται και εκαθαρισαν τον λαον και τους πυλωρους και το τειχος
31
και ανηνεγκα τους αρχοντας ιουδα επανω του τειχους και εστησα δυο περι αινεσεως μεγαλους και διηλθον εκ δεξιων επανω του τειχους της κοπριας
32
και επορευθη οπισω αυτων ωσαια και ημισυ αρχοντων ιουδα
33
και αζαριας εσδρας και μεσουλαμ
34
ιουδα και βενιαμιν και σαμαια και ιερμια
35
και απο υιων των ιερεων εν σαλπιγξιν ζαχαριας υιος ιωναθαν υιος σαμαια υιος μαθανια υιος μιχαια υιος ζακχουρ υιος ασαφ
36
και αδελφοι αυτου σαμαια και οζιηλ αινειν εν ωδαις δαυιδ ανθρωπου του θεου και εσδρας ο γραμματευς εμπροσθεν αυτων
37
επι πυλης του αιν κατεναντι αυτων ανεβησαν επι κλιμακας πολεως δαυιδ εν αναβασει του τειχους επανωθεν του οικου δαυιδ και εως πυλης του υδατος κατα ανατολας
38
και περι αινεσεως η δευτερα επορευετο συναντωσα αυτοις και εγω οπισω αυτης και το ημισυ του λαου επανω του τειχους υπερανω του πυργου των θεννουριμ και εως του τειχους του πλατεος
39
και υπερανω της πυλης εφραιμ και επι πυλην της ισανα και επι πυλην την ιχθυηραν και πυργω ανανεηλ και εως πυλης της προβατικης και εστησαν εν πυλη της φυλακης
40
και εστησαν αι δυο της αινεσεως εν οικω του θεου και εγω και το ημισυ των στρατηγων μετ' εμου
41
και οι ιερεις ελιακιμ μαασιας βενιαμιν μιχαιας ελιωηναι ζαχαριας ανανιας εν σαλπιγξιν
42
και μαασιας και σεμειας και ελεαζαρ και οζι και ιωαναν και μελχιας και αιλαμ και εζουρ και ηκουσθησαν οι αδοντες και επεσκεπησαν
43
και εθυσαν εν τη ημερα εκεινη θυσιασματα μεγαλα και ηυφρανθησαν οτι ο θεος ηυφρανεν αυτους μεγαλως και αι γυναικες αυτων και τα τεκνα αυτων ηυφρανθησαν και ηκουσθη η ευφροσυνη εν ιερουσαλημ απο μακροθεν
44
και κατεστησαν εν τη ημερα εκεινη ανδρας επι των γαζοφυλακιων τοις θησαυροις ταις απαρχαις και ταις δεκαταις και τοις συνηγμενοις εν αυτοις αρχουσιν των πολεων μεριδας τοις ιερευσι και τοις λευιταις οτι ευφροσυνη ην εν ιουδα επι τους ιερεις και επι τους λευιτας τους εστωτας
45
και εφυλαξαν φυλακας θεου αυτων και φυλακας του καθαρισμου και τους αδοντας και τους πυλωρους ως εντολαι δαυιδ και σαλωμων υιου αυτου
46
οτι εν ημεραις δαυιδ ασαφ απ' αρχης πρωτος των αδοντων και υμνον και αινεσιν τω θεω
47
και πας ισραηλ εν ημεραις ζοροβαβελ διδοντες μεριδας των αδοντων και των πυλωρων λογον ημερας εν ημερα αυτου και αγιαζοντες τοις λευιταις και οι λευιται αγιαζοντες τοις υιοις ααρων