1
εν τη ημερα εκεινη ανεγνωσθη εν βιβλιω μωυση εν ωσιν του λαου και ευρεθη γεγραμμενον εν αυτω οπως μη εισελθωσιν αμμανιται και μωαβιται εν εκκλησια θεου εως αιωνος
2
οτι ου συνηντησαν τοις υιοις ισραηλ εν αρτω και εν υδατι και εμισθωσαντο επ' αυτον τον βαλααμ καταρασασθαι και εστρεψεν ο θεος ημων την καταραν εις ευλογιαν
3
και εγενετο ως ηκουσαν τον νομον και εχωρισθησαν πας επιμικτος εν ισραηλ
4
και προ τουτου ελιασιβ ο ιερευς οικων εν γαζοφυλακιω οικου θεου ημων εγγιων τωβια
5
και εποιησεν αυτω γαζοφυλακιον μεγα και εκει ησαν προτερον διδοντες την μανααν και τον λιβανον και τα σκευη και την δεκατην του σιτου και του οινου και του ελαιου εντολην των λευιτων και των αδοντων και των πυλωρων και απαρχας των ιερεων
6
και εν παντι τουτω ουκ ημην εν ιερουσαλημ οτι εν ετει τριακοστω και δευτερω του αρθασασθα βασιλεως βαβυλωνος ηλθον προς τον βασιλεα και μετα τελος ημερων ητησαμην παρα του βασιλεως
7
και ηλθον εις ιερουσαλημ και συνηκα εν τη πονηρια η εποιησεν ελισουβ τω τωβια ποιησαι αυτω γαζοφυλακιον εν αυλη οικου του θεου
8
και πονηρον μοι εφανη σφοδρα και ερριψα παντα τα σκευη οικου τωβια εξω απο του γαζοφυλακιου
9
και ειπα και εκαθαρισαν τα γαζοφυλακια και επεστρεψα εκει σκευη οικου του θεου την μαναα και τον λιβανον
10
και εγνων οτι μεριδες των λευιτων ουκ εδοθησαν και εφυγοσαν ανηρ εις αγρον αυτου οι λευιται και οι αδοντες ποιουντες το εργον
11
και εμαχεσαμην τοις στρατηγοις και ειπα δια τι εγκατελειφθη ο οικος του θεου και συνηγαγον αυτους και εστησα αυτους επι τη στασει αυτων
12
και πας ιουδα ηνεγκαν δεκατην του πυρου και του οινου και του ελαιου εις τους θησαυρους
13
επι χειρα σελεμια του ιερεως και σαδδουκ του γραμματεως και φαδαια απο των λευιτων και επι χειρα αυτων αναν υιος ζακχουρ υιος μαθανια οτι πιστοι ελογισθησαν επ' αυτους μεριζειν τοις αδελφοις αυτων
14
μνησθητι μου ο θεος εν ταυτη και μη εξαλειφθητω ελεος μου ο εποιησα εν οικω κυριου του θεου
15
εν ταις ημεραις εκειναις ειδον εν ιουδα πατουντας ληνους εν τω σαββατω και φεροντας δραγματα και επιγεμιζοντας επι τους ονους και οινον και σταφυλην και συκα και παν βασταγμα και φεροντας εις ιερουσαλημ εν ημερα του σαββατου και επεμαρτυραμην εν ημερα πρασεως αυτων
16
και εκαθισαν εν αυτη φεροντες ιχθυν και πασαν πρασιν πωλουντες εν τω σαββατω τοις υιοις ιουδα και εν ιερουσαλημ
17
και εμαχεσαμην τοις υιοις ιουδα τοις ελευθεροις και ειπα αυτοις τις ο λογος ουτος ο πονηρος ον υμεις ποιειτε και βεβηλουτε την ημεραν του σαββατου
18
ουχι ουτως εποιησαν οι πατερες υμων και ηνεγκεν επ' αυτους ο θεος ημων και εφ' ημας παντα τα κακα ταυτα και επι την πολιν ταυτην και υμεις προστιθετε οργην επι ισραηλ βεβηλωσαι το σαββατον
19
και εγενετο ηνικα κατεστησαν πυλαι ιερουσαλημ προ του σαββατου και ειπα και εκλεισαν τας πυλας και ειπα ωστε μη ανοιγηναι αυτας εως οπισω του σαββατου και εκ των παιδαριων μου εστησα επι τας πυλας ωστε μη αιρειν βασταγματα εν ημερα του σαββατου
20
και ηυλισθησαν παντες και εποιησαν πρασιν εξω ιερουσαλημ απαξ και δις
21
και διεμαρτυραμην εν αυτοις και ειπα προς αυτους δια τι υμεις αυλιζεσθε απεναντι του τειχους εαν δευτερωσητε εκτενω την χειρα μου εν υμιν απο του καιρου εκεινου ουκ ηλθοσαν εν σαββατω
22
και ειπα τοις λευιταις οι ησαν καθαριζομενοι και ερχομενοι φυλασσοντες τας πυλας αγιαζειν την ημεραν του σαββατου προς ταυτα μνησθητι μου ο θεος και φεισαι μου κατα το πληθος του ελεους σου
23
και εν ταις ημεραις εκειναις ειδον τους ιουδαιους οι εκαθισαν γυναικας αζωτιας αμμανιτιδας μωαβιτιδας
24
και οι υιοι αυτων ημισυ λαλουντες αζωτιστι και ουκ εισιν επιγινωσκοντες λαλειν ιουδαιστι
25
και εμαχεσαμην μετ' αυτων και κατηρασαμην αυτους και επαταξα εν αυτοις ανδρας και εμαδαρωσα αυτους και ωρκισα αυτους εν τω θεω εαν δωτε τας θυγατερας υμων τοις υιοις αυτων και εαν λαβητε απο των θυγατερων αυτων τοις υιοις υμων
26
ουχ ουτως ημαρτεν σαλωμων βασιλευς ισραηλ και εν εθνεσιν πολλοις ουκ ην βασιλευς ομοιος αυτω και αγαπωμενος τω θεω ην και εδωκεν αυτον ο θεος εις βασιλεα επι παντα ισραηλ και τουτον εξεκλιναν αι γυναικες αι αλλοτριαι
27
και υμων μη ακουσομεθα ποιησαι την πασαν πονηριαν ταυτην ασυνθετησαι εν τω θεω ημων καθισαι γυναικας αλλοτριας
28
και απο υιων ιωαδα του ελισουβ του ιερεως του μεγαλου νυμφιου του σαναβαλλατ του ωρωνιτου και εξεβρασα αυτον απ' εμου
29
μνησθητι αυτοις ο θεος επι αγχιστεια της ιερατειας και διαθηκης της ιερατειας και τους λευιτας
30
και εκαθαρισα αυτους απο πασης αλλοτριωσεως και εστησα εφημεριας τοις ιερευσιν και τοις λευιταις ανηρ ως το εργον αυτου
31
και το δωρον των ξυλοφορων εν καιροις απο χρονων και εν τοις βακχουριοις μνησθητι μου ο θεος ημων εις αγαθωσυνην .