1
και ουτοι οι αρχοντες πατριων αυτων οι οδηγοι αναβαινοντες μετ' εμου εν βασιλεια αρθασασθα του βασιλεως βαβυλωνος
2
απο υιων φινεες γηρσωμ απο υιων ιθαμαρ δανιηλ απο υιων δαυιδ ατους
3
απο υιων σαχανια απο υιων φορος ζαχαριας και μετ' αυτου το συστρεμμα εκατον και πεντηκοντα
4
απο υιων φααθμωαβ ελιανα υιος ζαραια και μετ' αυτου διακοσιοι τα αρσενικα
5
απο υιων ζαθοης σεχενιας υιος αζιηλ και μετ' αυτου τριακοσιοι τα αρσενικα
6
και απο υιων αδιν ωβηθ υιος ιωναθαν και μετ' αυτου πεντηκοντα τα αρσενικα
7
και απο υιων ηλαμ ιεσια υιος αθελια και μετ' αυτου εβδομηκοντα τα αρσενικα
8
και απο υιων σαφατια ζαβδια υιος μιχαηλ και μετ' αυτου ογδοηκοντα τα αρσενικα
9
και απο υιων ιωαβ αβαδια υιος ιιηλ και μετ' αυτου διακοσιοι δεκα οκτω τα αρσενικα
10
και απο υιων βαανι σαλιμουθ υιος ιωσεφια και μετ' αυτου εκατον εξηκοντα τα αρσενικα
11
και απο υιων βαβι ζαχαρια υιος βαβι και μετ' αυτου εβδομηκοντα οκτω τα αρσενικα
12
και απο υιων ασγαδ ιωαναν υιος ακαταν και μετ' αυτου εκατον δεκα τα αρσενικα
13
και απο υιων αδωνικαμ εσχατοι και ταυτα τα ονοματα αυτων αλιφαλατ ιιηλ και σαμαια και μετ' αυτων εξηκοντα τα αρσενικα
14
και απο υιων βαγο ουθι και μετ' αυτου εβδομηκοντα τα αρσενικα
15
και συνηξα αυτους προς τον ποταμον τον ερχομενον προς τον ευι και παρενεβαλομεν εκει ημερας τρεις και συνηκα εν τω λαω και εν τοις ιερευσιν και απο υιων λευι ουχ ευρον εκει
16
και απεστειλα τω ελεαζαρ τω αριηλ τω σαμαια και τω αλωναμ και τω ιαριβ και τω ελναθαν και τω ναθαν και τω ζαχαρια και τω μεσουλαμ ανδρας και τω ιωαριβ και τω ελναθαν συνιοντας
17
και εξηνεγκα αυτους επι αρχοντος εν αργυριω του τοπου και εθηκα εν στοματι αυτων λογους λαλησαι προς τους αδελφους αυτων τους ναθινιμ εν αργυριω του τοπου του ενεγκαι ημιν αδοντας εις οικον θεου ημων
18
και ηλθοσαν ημιν ως χειρ θεου ημων αγαθη εφ' ημας ανηρ σαχωλ απο υιων μοολι υιου λευι υιου ισραηλ και αρχην ηλθοσαν υιοι αυτου και αδελφοι αυτου οκτωκαιδεκα
19
και τον ασεβια και τον ωσαιαν απο υιων μεραρι αδελφοι αυτου και υιοι αυτων εικοσι
20
και απο των ναθινιμ ων εδωκεν δαυιδ και οι αρχοντες εις δουλειαν των λευιτων ναθινιμ διακοσιοι και εικοσι παντες συνηχθησαν εν ονομασιν
21
και εκαλεσα εκει νηστειαν επι τον ποταμον αουε του ταπεινωθηναι ενωπιον θεου ημων ζητησαι παρ' αυτου οδον ευθειαν ημιν και τοις τεκνοις ημων και παση τη κτησει ημων
22
οτι ησχυνθην αιτησασθαι παρα του βασιλεως δυναμιν και ιππεις σωσαι ημας απο εχθρου εν τη οδω οτι ειπαμεν τω βασιλει λεγοντες χειρ του θεου ημων επι παντας τους ζητουντας αυτον εις αγαθον και κρατος αυτου και θυμος αυτου επι παντας εγκαταλειποντας αυτον
23
και ενηστευσαμεν και εζητησαμεν παρα του θεου ημων περι τουτου και επηκουσεν ημιν
24
και διεστειλα απο αρχοντων των ιερεων δωδεκα τω σαραια ασαβια και μετ' αυτων απο αδελφων αυτων δεκα
25
και εστησα αυτοις το αργυριον και το χρυσιον και τα σκευη απαρχης οικου θεου ημων α υψωσεν ο βασιλευς και οι συμβουλοι αυτου και οι αρχοντες αυτου και πας ισραηλ οι ευρισκομενοι
26
και εστησα επι χειρας αυτων αργυριου ταλαντα εξακοσια και πεντηκοντα και σκευη αργυρα εκατον και ταλαντα χρυσιου εκατον
27
και καφουρη χρυσοι εικοσι εις την οδον χαμανιμ χιλιοι και σκευη χαλκου στιλβοντος αγαθου διαφορα επιθυμητα εν χρυσιω
28
και ειπα προς αυτους υμεις αγιοι τω κυριω και τα σκευη αγια και το αργυριον και το χρυσιον εκουσια τω κυριω θεω πατερων υμων
29
αγρυπνειτε και τηρειτε εως στητε ενωπιον αρχοντων των ιερεων και των λευιτων και των αρχοντων των πατριων εν ιερουσαλημ εις σκηνας οικου κυριου
30
και εδεξαντο οι ιερεις και οι λευιται σταθμον του αργυριου και του χρυσιου και των σκευων ενεγκειν εις ιερουσαλημ εις οικον θεου ημων
31
και εξηραμεν απο του ποταμου αουε εν τη δωδεκατη του μηνος του πρωτου του ελθειν εις ιερουσαλημ και χειρ θεου ημων ην εφ' ημιν και ερρυσατο ημας απο χειρος εχθρου και πολεμιου εν τη οδω
32
και ηλθομεν εις ιερουσαλημ και εκαθισαμεν εκει ημερας τρεις
33
και εγενηθη τη ημερα τη τεταρτη εστησαμεν το αργυριον και το χρυσιον και τα σκευη εν οικω θεου ημων επι χειρα μεριμωθ υιου ουρια του ιερεως και μετ' αυτου ελεαζαρ υιος φινεες και μετ' αυτων ιωζαβαδ υιος ιησου και νωαδια υιος βαναια οι λευιται
34
εν αριθμω και εν σταθμω τα παντα και εγραφη πας ο σταθμος εν τω καιρω εκεινω
35
οι ελθοντες απο της αιχμαλωσιας υιοι της παροικιας προσηνεγκαν ολοκαυτωσεις τω θεω ισραηλ μοσχους δωδεκα περι παντος ισραηλ κριους ενενηκοντα εξ αμνους εβδομηκοντα και επτα χιμαρους περι αμαρτιας δωδεκα τα παντα ολοκαυτωματα τω κυριω
36
και εδωκαν το νομισμα του βασιλεως τοις διοικηταις του βασιλεως και επαρχοις περαν του ποταμου και εδοξασαν τον λαον και τον οικον του θεου