1
και προσηλθον οι αρχοντες φυλης υιων γαλααδ υιου μαχιρ υιου μανασση εκ της φυλης υιων ιωσηφ και ελαλησαν εναντι μωυση και εναντι ελεαζαρ του ιερεως και εναντι των αρχοντων οικων πατριων υιων ισραηλ
2
και ειπαν τω κυριω ημων ενετειλατο κυριος αποδουναι την γην της κληρονομιας εν κληρω τοις υιοις ισραηλ και τω κυριω συνεταξεν κυριος δουναι την κληρονομιαν σαλπααδ του αδελφου ημων ταις θυγατρασιν αυτου
3
και εσονται ενι των φυλων υιων ισραηλ γυναικες και αφαιρεθησεται ο κληρος αυτων εκ της κατασχεσεως των πατερων ημων και προστεθησεται εις κληρονομιαν της φυλης οις αν γενωνται γυναικες και εκ του κληρου της κληρονομιας ημων αφαιρεθησεται
4
εαν δε γενηται η αφεσις των υιων ισραηλ και προστεθησεται η κληρονομια αυτων επι την κληρονομιαν της φυλης οις αν γενωνται γυναικες και απο της κληρονομιας φυλης πατριας ημων αφαιρεθησεται η κληρονομια αυτων
5
και ενετειλατο μωυσης τοις υιοις ισραηλ δια προσταγματος κυριου λεγων ουτως φυλη υιων ιωσηφ λεγουσιν
6
τουτο το ρημα ο συνεταξεν κυριος ταις θυγατρασιν σαλπααδ λεγων ου αρεσκει εναντιον αυτων εστωσαν γυναικες πλην εκ του δημου του πατρος αυτων εστωσαν γυναικες
7
και ουχι περιστραφησεται κληρονομια τοις υιοις ισραηλ απο φυλης επι φυλην οτι εκαστος εν τη κληρονομια της φυλης της πατριας αυτου προσκολληθησονται οι υιοι ισραηλ
8
και πασα θυγατηρ αγχιστευουσα κληρονομιαν εκ των φυλων υιων ισραηλ ενι των εκ του δημου του πατρος αυτης εσονται γυναικες ινα αγχιστευσωσιν οι υιοι ισραηλ εκαστος την κληρονομιαν την πατρικην αυτου
9
και ου περιστραφησεται κληρος εκ φυλης επι φυλην ετεραν αλλα εκαστος εν τη κληρονομια αυτου προσκολληθησονται οι υιοι ισραηλ
10
ον τροπον συνεταξεν κυριος μωυση ουτως εποιησαν θυγατερες σαλπααδ
11
και εγενοντο θερσα και εγλα και μελχα και νουα και μααλα θυγατερες σαλπααδ τοις ανεψιοις αυτων
12
εκ του δημου του μανασση υιων ιωσηφ εγενηθησαν γυναικες και εγενετο η κληρονομια αυτων επι την φυλην δημου του πατρος αυτων
13
αυται αι εντολαι και τα δικαιωματα και τα κριματα α ενετειλατο κυριος εν χειρι μωυση επι δυσμων μωαβ επι του ιορδανου κατα ιεριχω .