1
ο αγαπων παιδειαν αγαπα αισθησιν ο δε μισων ελεγχους αφρων
2
κρεισσων ο ευρων χαριν παρα κυριω ανηρ δε παρανομος παρασιωπηθησεται
3
ου κατορθωσει ανθρωπος εξ ανομου αι δε ριζαι των δικαιων ουκ εξαρθησονται
4
γυνη ανδρεια στεφανος τω ανδρι αυτης ωσπερ δε εν ξυλω σκωληξ ουτως ανδρα απολλυσιν γυνη κακοποιος
5
λογισμοι δικαιων κριματα κυβερνωσιν δε ασεβεις δολους
6
λογοι ασεβων δολιοι στομα δε ορθων ρυσεται αυτους
7
ου εαν στραφη ασεβης αφανιζεται οικοι δε δικαιων παραμενουσιν
8
στομα συνετου εγκωμιαζεται υπο ανδρος νωθροκαρδιος δε μυκτηριζεται
9
κρεισσων ανηρ εν ατιμια δουλευων εαυτω η τιμην εαυτω περιτιθεις και προσδεομενος αρτου
10
δικαιος οικτιρει ψυχας κτηνων αυτου τα δε σπλαγχνα των ασεβων ανελεημονα
11
ο εργαζομενος την εαυτου γην εμπλησθησεται αρτων οι δε διωκοντες ματαια ενδεεις φρενων [11α] ος εστιν ηδυς εν οινων διατριβαις εν τοις εαυτου οχυρωμασιν καταλειψει ατιμιαν
12
επιθυμιαι ασεβων κακαι αι δε ριζαι των ευσεβων εν οχυρωμασιν
13
δι' αμαρτιαν χειλεων εμπιπτει εις παγιδας αμαρτωλος εκφευγει δε εξ αυτων δικαιος [13α] ο βλεπων λεια ελεηθησεται ο δε συναντων εν πυλαις εκθλιψει ψυχας
14
απο καρπων στοματος ψυχη ανδρος πλησθησεται αγαθων ανταποδομα δε χειλεων αυτου δοθησεται αυτω
15
οδοι αφρονων ορθαι ενωπιον αυτων εισακουει δε συμβουλιας σοφος
16
αφρων αυθημερον εξαγγελλει οργην αυτου κρυπτει δε την εαυτου ατιμιαν πανουργος
17
επιδεικνυμενην πιστιν απαγγελλει δικαιος ο δε μαρτυς των αδικων δολιος
18
εισιν οι λεγοντες τιτρωσκουσιν μαχαιρα γλωσσαι δε σοφων ιωνται
19
χειλη αληθινα κατορθοι μαρτυριαν μαρτυς δε ταχυς γλωσσαν εχει αδικον
20
δολος εν καρδια τεκταινομενου κακα οι δε βουλομενοι ειρηνην ευφρανθησονται
21
ουκ αρεσει τω δικαιω ουδεν αδικον οι δε ασεβεις πλησθησονται κακων
22
βδελυγμα κυριω χειλη ψευδη ο δε ποιων πιστεις δεκτος παρ' αυτω
23
ανηρ συνετος θρονος αισθησεως καρδια δε αφρονων συναντησεται αραις
24
χειρ εκλεκτων κρατησει ευχερως δολιοι δε εσονται εις προνομην
25
φοβερος λογος καρδιαν ταρασσει ανδρος δικαιου αγγελια δε αγαθη ευφραινει αυτον
26
επιγνωμων δικαιος εαυτου φιλος εσται αι δε γνωμαι των ασεβων ανεπιεικεις αμαρτανοντας καταδιωξεται κακα η δε οδος των ασεβων πλανησει αυτους
27
ουκ επιτευξεται δολιος θηρας κτημα δε τιμιον ανηρ καθαρος
28
εν οδοις δικαιοσυνης ζωη οδοι δε μνησικακων εις θανατον