1
σοφαι γυναικες ωκοδομησαν οικους η δε αφρων κατεσκαψεν ταις χερσιν αυτης
2
ο πορευομενος ορθως φοβειται τον κυριον ο δε σκολιαζων ταις οδοις αυτου ατιμασθησεται
3
εκ στοματος αφρονων βακτηρια υβρεως χειλη δε σοφων φυλασσει αυτους
4
ου μη εισιν βοες φατναι καθαραι ου δε πολλα γενηματα φανερα βοος ισχυς
5
μαρτυς πιστος ου ψευδεται εκκαιει δε ψευδη μαρτυς αδικος
6
ζητησεις σοφιαν παρα κακοις και ουχ ευρησεις αισθησις δε παρα φρονιμοις ευχερης
7
παντα εναντια ανδρι αφρονι οπλα δε αισθησεως χειλη σοφα
8
σοφια πανουργων επιγνωσεται τας οδους αυτων ανοια δε αφρονων εν πλανη
9
οικιαι παρανομων οφειλησουσιν καθαρισμον οικιαι δε δικαιων δεκται
10
καρδια ανδρος αισθητικη λυπηρα ψυχη αυτου οταν δε ευφραινηται ουκ επιμειγνυται υβρει
11
οικιαι ασεβων αφανισθησονται σκηναι δε κατορθουντων στησονται
12
εστιν οδος η δοκει ορθη ειναι παρα ανθρωποις τα δε τελευταια αυτης ερχεται εις πυθμενα αδου
13
εν ευφροσυναις ου προσμειγνυται λυπη τελευταια δε χαρα εις πενθος ερχεται
14
των εαυτου οδων πλησθησεται θρασυκαρδιος απο δε των διανοηματων αυτου ανηρ αγαθος
15
ακακος πιστευει παντι λογω πανουργος δε ερχεται εις μετανοιαν
16
σοφος φοβηθεις εξεκλινεν απο κακου ο δε αφρων εαυτω πεποιθως μειγνυται ανομω
17
οξυθυμος πρασσει μετα αβουλιας ανηρ δε φρονιμος πολλα υποφερει
18
μεριουνται αφρονες κακιαν οι δε πανουργοι κρατησουσιν αισθησεως
19
ολισθησουσιν κακοι εναντι αγαθων και ασεβεις θεραπευσουσιν θυρας δικαιων
20
φιλοι μισησουσιν φιλους πτωχους φιλοι δε πλουσιων πολλοι
21
ο ατιμαζων πενητας αμαρτανει ελεων δε πτωχους μακαριστος
22
πλανωμενοι τεκταινουσι κακα ελεον δε και αληθειαν τεκταινουσιν αγαθοι ουκ επιστανται ελεον και πιστιν τεκτονες κακων ελεημοσυναι δε και πιστεις παρα τεκτοσιν αγαθοις
23
εν παντι μεριμνωντι ενεστιν περισσον ο δε ηδυς και αναλγητος εν ενδεια εσται
24
στεφανος σοφων πανουργος η δε διατριβη αφρονων κακη
25
ρυσεται εκ κακων ψυχην μαρτυς πιστος εκκαιει δε ψευδη δολιος
26
εν φοβω κυριου ελπις ισχυος τοις δε τεκνοις αυτου καταλειπει ερεισμα
27
προσταγμα κυριου πηγη ζωης ποιει δε εκκλινειν εκ παγιδος θανατου
28
εν πολλω εθνει δοξα βασιλεως εν δε εκλειψει λαου συντριβη δυναστου
29
μακροθυμος ανηρ πολυς εν φρονησει ο δε ολιγοψυχος ισχυρως αφρων
30
πραυθυμος ανηρ καρδιας ιατρος σης δε οστεων καρδια αισθητικη
31
ο συκοφαντων πενητα παροξυνει τον ποιησαντα αυτον ο δε τιμων αυτον ελεα πτωχον
32
εν κακια αυτου απωσθησεται ασεβης ο δε πεποιθως τη εαυτου οσιοτητι δικαιος
33
εν καρδια αγαθη ανδρος σοφια εν δε καρδια αφρονων ου διαγινωσκεται
34
δικαιοσυνη υψοι εθνος ελασσονουσι δε φυλας αμαρτιαι
35
δεκτος βασιλει υπηρετης νοημων τη δε εαυτου ευστροφια αφαιρειται ατιμιαν