1
οργη απολλυσιν και φρονιμους αποκρισις δε υποπιπτουσα αποστρεφει θυμον λογος δε λυπηρος εγειρει οργας
2
γλωσσα σοφων καλα επισταται στομα δε αφρονων αναγγελει κακα
3
εν παντι τοπω οφθαλμοι κυριου σκοπευουσιν κακους τε και αγαθους
4
ιασις γλωσσης δενδρον ζωης ο δε συντηρων αυτην πλησθησεται πνευματος
5
αφρων μυκτηριζει παιδειαν πατρος ο δε φυλασσων εντολας πανουργοτερος
6
εν πλεοναζουση δικαιοσυνη ισχυς πολλη οι δε ασεβεις ολορριζοι εκ γης ολουνται οικοις δικαιων ισχυς πολλη καρποι δε ασεβων απολουνται
7
χειλη σοφων δεδεται αισθησει καρδιαι δε αφρονων ουκ ασφαλεις
8
θυσιαι ασεβων βδελυγμα κυριω ευχαι δε κατευθυνοντων δεκται παρ' αυτω
9
βδελυγμα κυριω οδοι ασεβους διωκοντας δε δικαιοσυνην αγαπα
10
παιδεια ακακου γνωριζεται υπο των παριοντων οι δε μισουντες ελεγχους τελευτωσιν αισχρως
11
αδης και απωλεια φανερα παρα τω κυριω πως ουχι και αι καρδιαι των ανθρωπων
12
ουκ αγαπησει απαιδευτος τους ελεγχοντας αυτον μετα δε σοφων ουχ ομιλησει
13
καρδιας ευφραινομενης προσωπον θαλλει εν δε λυπαις ουσης σκυθρωπαζει
14
καρδια ορθη ζητει αισθησιν στομα δε απαιδευτων γνωσεται κακα
15
παντα τον χρονον οι οφθαλμοι των κακων προσδεχονται κακα οι δε αγαθοι ησυχαζουσιν δια παντος
16
κρεισσων μικρα μερις μετα φοβου κυριου η θησαυροι μεγαλοι μετα αφοβιας
17
κρεισσων ξενισμος λαχανων προς φιλιαν και χαριν η παραθεσις μοσχων μετα εχθρας
18
ανηρ θυμωδης παρασκευαζει μαχας μακροθυμος δε και την μελλουσαν καταπραυνει [18α] μακροθυμος ανηρ κατασβεσει κρισεις ο δε ασεβης εγειρει μαλλον
19
οδοι αεργων εστρωμεναι ακανθαις αι δε των ανδρειων τετριμμεναι
20
υιος σοφος ευφραινει πατερα υιος δε αφρων μυκτηριζει μητερα αυτου
21
ανοητου τριβοι ενδεεις φρενων ανηρ δε φρονιμος κατευθυνων πορευεται
22
υπερτιθενται λογισμους οι μη τιμωντες συνεδρια εν δε καρδιαις βουλευομενων μενει βουλη
23
ου μη υπακουση ο κακος αυτη ουδε μη ειπη καιριον τι και καλον τω κοινω
24
οδοι ζωης διανοηματα συνετου ινα εκκλινας εκ του αδου σωθη
25
οικους υβριστων κατασπα κυριος εστηρισεν δε οριον χηρας
26
βδελυγμα κυριω λογισμος αδικος αγνων δε ρησεις σεμναι
27
εξολλυσιν εαυτον ο δωρολημπτης ο δε μισων δωρων λημψεις σωζεται [27α] ελεημοσυναις και πιστεσιν αποκαθαιρονται αμαρτιαι τω δε φοβω κυριου εκκλινει πας απο κακου
28
καρδιαι δικαιων μελετωσιν πιστεις στομα δε ασεβων αποκρινεται κακα [28α] δεκται παρα κυριω οδοι ανθρωπων δικαιων δια δε αυτων και οι εχθροι φιλοι γινονται
29
μακραν απεχει ο θεος απο ασεβων ευχαις δε δικαιων επακουει [29α] κρεισσων ολιγη λημψις μετα δικαιοσυνης η πολλα γενηματα μετα αδικιας [29β] καρδια ανδρος λογιζεσθω δικαια ινα υπο του θεου διορθωθη τα διαβηματα αυτου
30
θεωρων οφθαλμος καλα ευφραινει καρδιαν φημη δε αγαθη πιαινει οστα
32
ος απωθειται παιδειαν μισει εαυτον ο δε τηρων ελεγχους αγαπα ψυχην αυτου
33
φοβος θεου παιδεια και σοφια και αρχη δοξης αποκριθησεται αυτη