2
παντα τα εργα του ταπεινου φανερα παρα τω θεω οι δε ασεβεις εν ημερα κακη ολουνται
5
ακαθαρτος παρα θεω πας υψηλοκαρδιος χειρι δε χειρας εμβαλων αδικως ουκ αθωωθησεται
7
αρχη οδου αγαθης το ποιειν τα δικαια δεκτα δε παρα θεω μαλλον η θυειν θυσιας
8
ο ζητων τον κυριον ευρησει γνωσιν μετα δικαιοσυνης οι δε ορθως ζητουντες αυτον ευρησουσιν ειρηνην
9
παντα τα εργα του κυριου μετα δικαιοσυνης φυλασσεται δε ο ασεβης εις ημεραν κακην
10
μαντειον επι χειλεσιν βασιλεως εν δε κρισει ου μη πλανηθη το στομα αυτου
11
ροπη ζυγου δικαιοσυνη παρα κυριω τα δε εργα αυτου σταθμια δικαια
12
βδελυγμα βασιλει ο ποιων κακα μετα γαρ δικαιοσυνης ετοιμαζεται θρονος αρχης
13
δεκτα βασιλει χειλη δικαια λογους δε ορθους αγαπα
14
θυμος βασιλεως αγγελος θανατου ανηρ δε σοφος εξιλασεται αυτον
15
εν φωτι ζωης υιος βασιλεως οι δε προσδεκτοι αυτω ωσπερ νεφος οψιμον
16
νοσσιαι σοφιας αιρετωτεραι χρυσιου νοσσιαι δε φρονησεως αιρετωτεραι υπερ αργυριον
17
τριβοι ζωης εκκλινουσιν απο κακων μηκος δε βιου οδοι δικαιοσυνης ο δεχομενος παιδειαν εν αγαθοις εσται ο δε φυλασσων ελεγχους σοφισθησεται ος φυλασσει τας εαυτου οδους τηρει την εαυτου ψυχην αγαπων δε ζωην αυτου φεισεται στοματος αυτου
18
προ συντριβης ηγειται υβρις προ δε πτωματος κακοφροσυνη
19
κρεισσων πραυθυμος μετα ταπεινωσεως η ος διαιρειται σκυλα μετα υβριστων
20
συνετος εν πραγμασιν ευρετης αγαθων πεποιθως δε επι θεω μακαριστος
21
τους σοφους και συνετους φαυλους καλουσιν οι δε γλυκεις εν λογω πλειονα ακουσονται
22
πηγη ζωης εννοια τοις κεκτημενοις παιδεια δε αφρονων κακη
23
καρδια σοφου νοησει τα απο του ιδιου στοματος επι δε χειλεσιν φορεσει επιγνωμοσυνην
24
κηρια μελιτος λογοι καλοι γλυκασμα δε αυτων ιασις ψυχης
25
εισιν οδοι δοκουσαι ειναι ορθαι ανδρι τα μεντοι τελευταια αυτων βλεπει εις πυθμενα αδου
26
ανηρ εν πονοις πονει εαυτω και εκβιαζεται εαυτου την απωλειαν ο μεντοι σκολιος επι τω εαυτου στοματι φορει την απωλειαν
27
ανηρ αφρων ορυσσει εαυτω κακα επι δε των εαυτου χειλεων θησαυριζει πυρ
28
ανηρ σκολιος διαπεμπεται κακα και λαμπτηρα δολου πυρσευει κακοις και διαχωριζει φιλους
29
ανηρ παρανομος αποπειραται φιλων και απαγει αυτους οδους ουκ αγαθας
30
στηριζων οφθαλμους αυτου λογιζεται διεστραμμενα οριζει δε τοις χειλεσιν αυτου παντα τα κακα ουτος καμινος εστιν κακιας
31
στεφανος καυχησεως γηρας εν δε οδοις δικαιοσυνης ευρισκεται
32
κρεισσων ανηρ μακροθυμος ισχυρου ο δε κρατων οργης κρεισσων καταλαμβανομενου πολιν
33
εις κολπους επερχεται παντα τοις αδικοις παρα δε κυριου παντα τα δικαια