1
κρεισσων ψωμος μεθ' ηδονης εν ειρηνη η οικος πληρης πολλων αγαθων και αδικων θυματων μετα μαχης
2
οικετης νοημων κρατησει δεσποτων αφρονων εν δε αδελφοις διελειται μερη
3
ωσπερ δοκιμαζεται εν καμινω αργυρος και χρυσος ουτως εκλεκται καρδιαι παρα κυριω
4
κακος υπακουει γλωσσης παρανομων δικαιος δε ου προσεχει χειλεσιν ψευδεσιν
5
ο καταγελων πτωχου παροξυνει τον ποιησαντα αυτον ο δε επιχαιρων απολλυμενω ουκ αθωωθησεται ο δε επισπλαγχνιζομενος ελεηθησεται
6
στεφανος γεροντων τεκνα τεκνων καυχημα δε τεκνων πατερες αυτων [6α] του πιστου ολος ο κοσμος των χρηματων του δε απιστου ουδε οβολος
7
ουχ αρμοσει αφρονι χειλη πιστα ουδε δικαιω χειλη ψευδη
8
μισθος χαριτων η παιδεια τοις χρωμενοις ου δ' αν επιστρεψη ευοδωθησεται
9
ος κρυπτει αδικηματα ζητει φιλιαν ος δε μισει κρυπτειν διιστησιν φιλους και οικειους
10
συντριβει απειλη καρδιαν φρονιμου αφρων δε μαστιγωθεις ουκ αισθανεται
11
αντιλογιας εγειρει πας κακος ο δε κυριος αγγελον ανελεημονα εκπεμψει αυτω
12
εμπεσειται μεριμνα ανδρι νοημονι οι δε αφρονες διαλογιουνται κακα
13
ος αποδιδωσιν κακα αντι αγαθων ου κινηθησεται κακα εκ του οικου αυτου
14
εξουσιαν διδωσιν λογοις αρχη δικαιοσυνης προηγειται δε της ενδειας στασις και μαχη
15
ος δικαιον κρινει τον αδικον αδικον δε τον δικαιον ακαθαρτος και βδελυκτος παρα θεω
16
ινα τι υπηρξεν χρηματα αφρονι κτησασθαι γαρ σοφιαν ακαρδιος ου δυνησεται [16α] ος υψηλον ποιει τον εαυτου οικον ζητει συντριβην ο δε σκολιαζων του μαθειν εμπεσειται εις κακα
17
εις παντα καιρον φιλος υπαρχετω σοι αδελφοι δε εν αναγκαις χρησιμοι εστωσαν τουτου γαρ χαριν γεννωνται
18
ανηρ αφρων επικροτει και επιχαιρει εαυτω ως και ο εγγυωμενος εγγυη τον εαυτου φιλον
19
φιλαμαρτημων χαιρει μαχαις
20
ο δε σκληροκαρδιος ου συναντα αγαθοις ανηρ ευμεταβολος γλωσση εμπεσειται εις κακα
21
καρδια δε αφρονος οδυνη τω κεκτημενω αυτην ουκ ευφραινεται πατηρ επι υιω απαιδευτω υιος δε φρονιμος ευφραινει μητερα αυτου
22
καρδια ευφραινομενη ευεκτειν ποιει ανδρος δε λυπηρου ξηραινεται τα οστα
23
λαμβανοντος δωρα εν κολπω αδικως ου κατευοδουνται οδοι ασεβης δε εκκλινει οδους δικαιοσυνης
24
προσωπον συνετον ανδρος σοφου οι δε οφθαλμοι του αφρονος επ' ακρα γης
25
οργη πατρι υιος αφρων και οδυνη τη τεκουση αυτου
26
ζημιουν ανδρα δικαιον ου καλον ουδε οσιον επιβουλευειν δυνασταις δικαιοις
27
ος φειδεται ρημα προεσθαι σκληρον επιγνωμων μακροθυμος δε ανηρ φρονιμος
28
ανοητω επερωτησαντι σοφιαν σοφια λογισθησεται ενεον δε τις εαυτον ποιησας δοξει φρονιμος ειναι