3
αφροσυνη ανδρος λυμαινεται τας οδους αυτου τον δε θεον αιτιαται τη καρδια αυτου
4
πλουτος προστιθησιν φιλους πολλους ο δε πτωχος και απο του υπαρχοντος φιλου λειπεται
5
μαρτυς ψευδης ουκ ατιμωρητος εσται ο δε εγκαλων αδικως ου διαφευξεται
6
πολλοι θεραπευουσιν προσωπα βασιλεων πας δε ο κακος γινεται ονειδος ανδρι
7
πας ος αδελφον πτωχον μισει και φιλιας μακραν εσται εννοια αγαθη τοις ειδοσιν αυτην εγγιει ανηρ δε φρονιμος ευρησει αυτην ο πολλα κακοποιων τελεσιουργει κακιαν ος δε ερεθιζει λογους ου σωθησεται
8
ο κτωμενος φρονησιν αγαπα εαυτον ος δε φυλασσει φρονησιν ευρησει αγαθα
9
μαρτυς ψευδης ουκ ατιμωρητος εσται ος δ' αν εκκαυση κακιαν απολειται υπ' αυτης
10
ου συμφερει αφρονι τρυφη και εαν οικετης αρξηται μεθ' υβρεως δυναστευειν
11
ελεημων ανηρ μακροθυμει το δε καυχημα αυτου επερχεται παρανομοις
12
βασιλεως απειλη ομοια βρυγμω λεοντος ωσπερ δε δροσος επι χορτω ουτως το ιλαρον αυτου
13
αισχυνη πατρι υιος αφρων και ουχ αγναι ευχαι απο μισθωματος εταιρας
14
οικον και υπαρξιν μεριζουσιν πατερες παισιν παρα δε θεου αρμοζεται γυνη ανδρι
15
δειλια κατεχει ανδρογυναιον ψυχη δε αεργου πεινασει
16
ος φυλασσει εντολην τηρει την εαυτου ψυχην ο δε καταφρονων των εαυτου οδων απολειται
17
δανιζει θεω ο ελεων πτωχον κατα δε το δομα αυτου ανταποδωσει αυτω
18
παιδευε υιον σου ουτως γαρ εσται ευελπις εις δε υβριν μη επαιρου τη ψυχη σου
19
κακοφρων ανηρ πολλα ζημιωθησεται εαν δε λοιμευηται και την ψυχην αυτου προσθησει
20
ακουε υιε παιδειαν πατρος σου ινα σοφος γενη επ' εσχατων σου
21
πολλοι λογισμοι εν καρδια ανδρος η δε βουλη του κυριου εις τον αιωνα μενει
22
καρπος ανδρι ελεημοσυνη κρεισσων δε πτωχος δικαιος η πλουσιος ψευστης
23
φοβος κυριου εις ζωην ανδρι ο δε αφοβος αυλισθησεται εν τοποις ου ουκ επισκοπειται γνωσις
24
ο εγκρυπτων εις τον κολπον αυτου χειρας αδικως ουδε τω στοματι ου μη προσαγαγη αυτας
25
λοιμου μαστιγουμενου αφρων πανουργοτερος γινεται εαν δε ελεγχης ανδρα φρονιμον νοησει αισθησιν
26
ο ατιμαζων πατερα και απωθουμενος μητερα αυτου καταισχυνθησεται και επονειδιστος εσται
27
υιος απολειπομενος φυλαξαι παιδειαν πατρος μελετησει ρησεις κακας
28
ο εγγυωμενος παιδα αφρονα καθυβριζει δικαιωμα στομα δε ασεβων καταπιεται κρισεις
29
ετοιμαζονται ακολαστοις μαστιγες και τιμωριαι ωμοις αφρονων