1
ωσπερ ορμη υδατος ουτως καρδια βασιλεως εν χειρι θεου ου εαν θελων νευση εκει εκλινεν αυτην
2
πας ανηρ φαινεται εαυτω δικαιος κατευθυνει δε καρδιας κυριος
3
ποιειν δικαια και αληθευειν αρεστα παρα θεω μαλλον η θυσιων αιμα
4
μεγαλοφρων εφ' υβρει θρασυκαρδιος λαμπτηρ δε ασεβων αμαρτια
6
ο ενεργων θησαυρισματα γλωσση ψευδει ματαια διωκει επι παγιδας θανατου
7
ολεθρος ασεβεσιν επιξενωθησεται ου γαρ βουλονται πρασσειν τα δικαια
8
προς τους σκολιους σκολιας οδους αποστελλει ο θεος αγνα γαρ και ορθα τα εργα αυτου
9
κρεισσον οικειν επι γωνιας υπαιθρου η εν κεκονιαμενοις μετα αδικιας και εν οικω κοινω
10
ψυχη ασεβους ουκ ελεηθησεται υπ' ουδενος των ανθρωπων
11
ζημιουμενου ακολαστου πανουργοτερος γινεται ο ακακος συνιων δε σοφος δεξεται γνωσιν
12
συνιει δικαιος καρδιας ασεβων και φαυλιζει ασεβεις εν κακοις
13
ος φρασσει τα ωτα του μη επακουσαι ασθενους και αυτος επικαλεσεται και ουκ εσται ο εισακουων
14
δοσις λαθριος ανατρεπει οργας δωρων δε ο φειδομενος θυμον εγειρει ισχυρον
15
ευφροσυνη δικαιων ποιειν κριμα οσιος δε ακαθαρτος παρα κακουργοις
16
ανηρ πλανωμενος εξ οδου δικαιοσυνης εν συναγωγη γιγαντων αναπαυσεται
17
ανηρ ενδεης αγαπα ευφροσυνην φιλων οινον και ελαιον εις πλουτον
18
περικαθαρμα δε δικαιου ανομος
19
κρεισσον οικειν εν γη ερημω η μετα γυναικος μαχιμου και γλωσσωδους και οργιλου
20
θησαυρος επιθυμητος αναπαυσεται επι στοματος σοφου αφρονες δε ανδρες καταπιονται αυτον
21
οδος δικαιοσυνης και ελεημοσυνης ευρησει ζωην και δοξαν
22
πολεις οχυρας επεβη σοφος και καθειλεν το οχυρωμα εφ' ω επεποιθεισαν οι ασεβεις
23
ος φυλασσει το στομα αυτου και την γλωσσαν διατηρει εκ θλιψεως την ψυχην αυτου
24
θρασυς και αυθαδης και αλαζων λοιμος καλειται ος δε μνησικακει παρανομος
25
επιθυμιαι οκνηρον αποκτεινουσιν ου γαρ προαιρουνται αι χειρες αυτου ποιειν τι
26
ασεβης επιθυμει ολην την ημεραν επιθυμιας κακας ο δε δικαιος ελεα και οικτιρει αφειδως
27
θυσιαι ασεβων βδελυγμα κυριω και γαρ παρανομως προσφερουσιν αυτας
28
μαρτυς ψευδης απολειται ανηρ δε υπηκοος φυλασσομενος λαλησει
29
ασεβης ανηρ αναιδως υφισταται προσωπω ο δε ευθης αυτος συνιει τας οδους αυτου
30
ουκ εστιν σοφια ουκ εστιν ανδρεια ουκ εστιν βουλη προς τον ασεβη
31
ιππος ετοιμαζεται εις ημεραν πολεμου παρα δε κυριου η βοηθεια