1
αιρετωτερον ονομα καλον η πλουτος πολυς υπερ δε αργυριον και χρυσιον χαρις αγαθη
2
πλουσιος και πτωχος συνηντησαν αλληλοις αμφοτερους δε ο κυριος εποιησεν
3
πανουργος ιδων πονηρον τιμωρουμενον κραταιως αυτος παιδευεται οι δε αφρονες παρελθοντες εζημιωθησαν
4
γενεα σοφιας φοβος κυριου και πλουτος και δοξα και ζωη
5
τριβολοι και παγιδες εν οδοις σκολιαις ο δε φυλασσων την εαυτου ψυχην αφεξεται αυτων
7
πλουσιοι πτωχων αρξουσιν και οικεται ιδιοις δεσποταις δανιουσιν
8
ο σπειρων φαυλα θερισει κακα πληγην δε εργων αυτου συντελεσει [8α] ανδρα ιλαρον και δοτην ευλογει ο θεος ματαιοτητα δε εργων αυτου συντελεσει
9
ο ελεων πτωχον αυτος διατραφησεται των γαρ εαυτου αρτων εδωκεν τω πτωχω [9α] νικην και τιμην περιποιειται ο δωρα δους την μεντοι ψυχην αφαιρειται των κεκτημενων
10
εκβαλε εκ συνεδριου λοιμον και συνεξελευσεται αυτω νεικος οταν γαρ καθιση εν συνεδριω παντας ατιμαζει
11
αγαπα κυριος οσιας καρδιας δεκτοι δε αυτω παντες αμωμοι χειλεσιν ποιμαινει βασιλευς
12
οι δε οφθαλμοι κυριου διατηρουσιν αισθησιν φαυλιζει δε λογους παρανομος
13
προφασιζεται και λεγει οκνηρος λεων εν ταις οδοις εν δε ταις πλατειαις φονευται
14
βοθρος βαθυς στομα παρανομου ο δε μισηθεις υπο κυριου εμπεσειται εις αυτον [14α] εισιν οδοι κακαι ενωπιον ανδρος και ουκ αγαπα του αποστρεψαι απ' αυτων αποστρεφειν δε δει απο οδου σκολιας και κακης
15
ανοια εξηπται καρδιας νεου ραβδος δε και παιδεια μακραν απ' αυτου
16
ο συκοφαντων πενητα πολλα ποιει τα εαυτου διδωσιν δε πλουσιω επ' ελασσονι
17
λογοις σοφων παραβαλλε σον ους και ακουε εμον λογον την δε σην καρδιαν επιστησον ινα γνως οτι καλοι εισιν
18
και εαν εμβαλης αυτους εις την καρδιαν σου ευφρανουσιν σε αμα επι σοις χειλεσιν
19
ινα σου γενηται επι κυριον η ελπις και γνωριση σοι την οδον αυτου
20
και συ δε απογραψαι αυτα σεαυτω τρισσως εις βουλην και γνωσιν επι το πλατος της καρδιας σου
21
διδασκω ουν σε αληθη λογον και γνωσιν αγαθην υπακουειν του αποκρινεσθαι λογους αληθειας τοις προβαλλομενοις σοι
22
μη αποβιαζου πενητα πτωχος γαρ εστιν και μη ατιμασης ασθενη εν πυλαις
23
ο γαρ κυριος κρινει αυτου την κρισιν και ρυση σην ασυλον ψυχην
24
μη ισθι εταιρος ανδρι θυμωδει φιλω δε οργιλω μη συναυλιζου
25
μηποτε μαθης των οδων αυτου και λαβης βροχους τη ση ψυχη
26
μη διδου σεαυτον εις εγγυην αισχυνομενος προσωπον
27
εαν γαρ μη εχης ποθεν αποτεισης λημψονται το στρωμα το υπο τας πλευρας σου
28
μη μεταιρε ορια αιωνια α εθεντο οι πατερες σου
29
ορατικον ανδρα και οξυν εν τοις εργοις αυτου βασιλευσι δει παρεσταναι και μη παρεσταναι ανδρασι νωθροις