1
εαν καθισης δειπνειν επι τραπεζης δυναστων νοητως νοει τα παρατιθεμενα σοι
2
και επιβαλλε την χειρα σου ειδως οτι τοιαυτα σε δει παρασκευασαι
3
ει δε απληστοτερος ει μη επιθυμει των εδεσματων αυτου ταυτα γαρ εχεται ζωης ψευδους
4
μη παρεκτεινου πενης ων πλουσιω τη δε ση εννοια αποσχου
5
εαν επιστησης το σον ομμα προς αυτον ουδαμου φανειται κατεσκευασται γαρ αυτω πτερυγες ωσπερ αετου και υποστρεφει εις τον οικον του προεστηκοτος αυτου
6
μη συνδειπνει ανδρι βασκανω μηδε επιθυμει των βρωματων αυτου
7
ον τροπον γαρ ει τις καταπιοι τριχα ουτως εσθιει και πινει
8
μηδε προς σε εισαγαγης αυτον και φαγης τον ψωμον σου μετ' αυτου εξεμεσει γαρ αυτον και λυμανειται τους λογους σου τους καλους
9
εις ωτα αφρονος μηδεν λεγε μηποτε μυκτηριση τους συνετους λογους σου
10
μη μεταθης ορια αιωνια εις δε κτημα ορφανων μη εισελθης
11
ο γαρ λυτρουμενος αυτους κυριος κραταιος εστιν και κρινει την κρισιν αυτων μετα σου
12
δος εις παιδειαν την καρδιαν σου τα δε ωτα σου ετοιμασον λογοις αισθησεως
13
μη αποσχη νηπιον παιδευειν οτι εαν παταξης αυτον ραβδω ου μη αποθανη
14
συ μεν γαρ παταξεις αυτον ραβδω την δε ψυχην αυτου εκ θανατου ρυση
15
υιε εαν σοφη γενηται σου η καρδια ευφρανεις και την εμην καρδιαν
16
και ενδιατριψει λογοις τα σα χειλη προς τα εμα χειλη εαν ορθα ωσιν
17
μη ζηλουτω η καρδια σου αμαρτωλους αλλα εν φοβω κυριου ισθι ολην την ημεραν
18
εαν γαρ τηρησης αυτα εσται σοι εκγονα η δε ελπις σου ουκ αποστησεται
19
ακουε υιε και σοφος γινου και κατευθυνε εννοιας σης καρδιας
20
μη ισθι οινοποτης μηδε εκτεινου συμβολαις κρεων τε αγορασμοις
21
πας γαρ μεθυσος και πορνοκοπος πτωχευσει και ενδυσεται διερρηγμενα και ρακωδη πας υπνωδης
22
ακουε υιε πατρος του γεννησαντος σε και μη καταφρονει οτι γεγηρακεν σου η μητηρ
24
καλως εκτρεφει πατηρ δικαιος επι δε υιω σοφω ευφραινεται η ψυχη αυτου
25
ευφραινεσθω ο πατηρ και η μητηρ επι σοι και χαιρετω η τεκουσα σε
26
δος μοι υιε σην καρδιαν οι δε σοι οφθαλμοι εμας οδους τηρειτωσαν
27
πιθος γαρ τετρημενος εστιν αλλοτριος οικος και φρεαρ στενον αλλοτριον
28
ουτος γαρ συντομως απολειται και πας παρανομος αναλωθησεται
29
τινι ουαι τινι θορυβος τινι κρισις τινι αηδιαι και λεσχαι τινι συντριμματα δια κενης τινος πελειοι οι οφθαλμοι
30
ου των εγχρονιζοντων εν οινοις ου των ιχνευοντων που ποτοι γινονται
31
μη μεθυσκεσθε οινω αλλα ομιλειτε ανθρωποις δικαιοις και ομιλειτε εν περιπατοις εαν γαρ εις τας φιαλας και τα ποτηρια δως τους οφθαλμους σου υστερον περιπατησεις γυμνοτερος υπερου
32
το δε εσχατον ωσπερ υπο οφεως πεπληγως εκτεινεται και ωσπερ υπο κεραστου διαχειται αυτω ο ιος
33
οι οφθαλμοι σου οταν ιδωσιν αλλοτριαν το στομα σου τοτε λαλησει σκολια
34
και κατακειση ωσπερ εν καρδια θαλασσης και ωσπερ κυβερνητης εν πολλω κλυδωνι
35
ερεις δε τυπτουσιν με και ουκ επονεσα και ενεπαιξαν μοι εγω δε ουκ ηδειν ποτε ορθρος εσται ινα ελθων ζητησω μεθ' ων συνελευσομαι