1
υιε μη ζηλωσης κακους ανδρας μηδε επιθυμησης ειναι μετ' αυτων
2
ψευδη γαρ μελετα η καρδια αυτων και πονους τα χειλη αυτων λαλει
3
μετα σοφιας οικοδομειται οικος και μετα συνεσεως ανορθουται
4
μετα αισθησεως εμπιμπλαται ταμιεια εκ παντος πλουτου τιμιου και καλου
5
κρεισσων σοφος ισχυρου και ανηρ φρονησιν εχων γεωργιου μεγαλου
6
μετα κυβερνησεως γινεται πολεμος βοηθεια δε μετα καρδιας βουλευτικης
7
σοφια και εννοια αγαθη εν πυλαις σοφων σοφοι ουκ εκκλινουσιν εκ στοματος κυριου
8
αλλα λογιζονται εν συνεδριοις απαιδευτοις συναντα θανατος
9
αποθνησκει δε αφρων εν αμαρτιαις ακαθαρσια δε ανδρι λοιμω εμμολυνθησεται
10
εν ημερα κακη και εν ημερα θλιψεως εως αν εκλιπη
11
ρυσαι αγομενους εις θανατον και εκπριου κτεινομενους μη φειση
12
εαν δε ειπης ουκ οιδα τουτον γινωσκε οτι κυριος καρδιας παντων γινωσκει και ο πλασας πνοην πασιν αυτος οιδεν παντα ος αποδιδωσιν εκαστω κατα τα εργα αυτου
13
φαγε μελι υιε αγαθον γαρ κηριον ινα γλυκανθη σου ο φαρυγξ
14
ουτως αισθηση σοφιαν τη ση ψυχη εαν γαρ ευρης εσται καλη η τελευτη σου και ελπις σε ουκ εγκαταλειψει
15
μη προσαγαγης ασεβη νομη δικαιων μηδε απατηθης χορτασια κοιλιας
16
επτακι γαρ πεσειται ο δικαιος και αναστησεται οι δε ασεβεις ασθενησουσιν εν κακοις
17
εαν πεση ο εχθρος σου μη επιχαρης αυτω εν δε τω υποσκελισματι αυτου μη επαιρου
18
οτι οψεται κυριος και ουκ αρεσει αυτω και αποστρεψει τον θυμον αυτου απ' αυτου
19
μη χαιρε επι κακοποιοις μηδε ζηλου αμαρτωλους
20
ου γαρ μη γενηται εκγονα πονηρων λαμπτηρ δε ασεβων σβεσθησεται
21
φοβου τον θεον υιε και βασιλεα και μηθετερω αυτων απειθησης
22
εξαιφνης γαρ τεισονται τους ασεβεις τας δε τιμωριας αμφοτερων τις γνωσεται [22α] λογον φυλασσομενος υιος απωλειας εκτος εσται δεχομενος δε εδεξατο αυτον [22β] μηδεν ψευδος απο γλωσσης βασιλει λεγεσθω και ουδεν ψευδος απο γλωσσης αυτου ου μη εξελθη [22χ] μαχαιρα γλωσσα βασιλεως και ου σαρκινη ος δ' αν παραδοθη συντριβησεται [22δ] εαν γαρ οξυνθη ο θυμος αυτου συν νευροις ανθρωπους αναλισκει [22ε] και οστα ανθρωπων κατατρωγει και συγκαιει ωσπερ φλοξ ωστε αβρωτα ειναι νεοσσοις αετων
23
ταυτα δε λεγω υμιν τοις σοφοις επιγινωσκειν αιδεισθαι προσωπον εν κρισει ου καλον
24
ο ειπων τον ασεβη δικαιος εστιν επικαταρατος λαοις εσται και μισητος εις εθνη
25
οι δε ελεγχοντες βελτιους φανουνται επ' αυτους δε ηξει ευλογια αγαθη
26
χειλη δε φιλησουσιν αποκρινομενα λογους αγαθους
27
ετοιμαζε εις την εξοδον τα εργα σου και παρασκευαζου εις τον αγρον και πορευου κατοπισθεν μου και ανοικοδομησεις τον οικον σου
28
μη ισθι ψευδης μαρτυς επι σον πολιτην μηδε πλατυνου σοις χειλεσιν
29
μη ειπης ον τροπον εχρησατο μοι χρησομαι αυτω τεισομαι δε αυτον α με ηδικησεν
30
ωσπερ γεωργιον ανηρ αφρων και ωσπερ αμπελων ανθρωπος ενδεης φρενων
31
εαν αφης αυτον χερσωθησεται και χορτομανησει ολος και γινεται εκλελειμμενος οι δε φραγμοι των λιθων αυτου κατασκαπτονται
32
υστερον εγω μετενοησα επεβλεψα του εκλεξασθαι παιδειαν
33
ολιγον νυσταζω ολιγον δε καθυπνω ολιγον δε εναγκαλιζομαι χερσιν στηθη
34
εαν δε τουτο ποιης ηξει προπορευομενη η πενια σου και η ενδεια σου ωσπερ αγαθος δρομευς