1
υιε εμων νομιμων μη επιλανθανου τα δε ρηματα μου τηρειτω ση καρδια
2
μηκος γαρ βιου και ετη ζωης και ειρηνην προσθησουσιν σοι
3
ελεημοσυναι και πιστεις μη εκλιπετωσαν σε αφαψαι δε αυτας επι σω τραχηλω και ευρησεις χαριν
4
και προνοου καλα ενωπιον κυριου και ανθρωπων
5
ισθι πεποιθως εν ολη καρδια επι θεω επι δε ση σοφια μη επαιρου
6
εν πασαις οδοις σου γνωριζε αυτην ινα ορθοτομη τας οδους σου ο δε πους σου ου μη προσκοπτη
7
μη ισθι φρονιμος παρα σεαυτω φοβου δε τον θεον και εκκλινε απο παντος κακου
8
τοτε ιασις εσται τω σωματι σου και επιμελεια τοις οστεοις σου
9
τιμα τον κυριον απο σων δικαιων πονων και απαρχου αυτω απο σων καρπων δικαιοσυνης
10
ινα πιμπληται τα ταμιεια σου πλησμονης σιτου οινω δε αι ληνοι σου εκβλυζωσιν
11
υιε μη ολιγωρει παιδειας κυριου μηδε εκλυου υπ' αυτου ελεγχομενος
12
ον γαρ αγαπα κυριος παιδευει μαστιγοι δε παντα υιον ον παραδεχεται
13
μακαριος ανθρωπος ος ευρεν σοφιαν και θνητος ος ειδεν φρονησιν
14
κρειττον γαρ αυτην εμπορευεσθαι η χρυσιου και αργυριου θησαυρους
15
τιμιωτερα δε εστιν λιθων πολυτελων ουκ αντιταξεται αυτη ουδεν πονηρον ευγνωστος εστιν πασιν τοις εγγιζουσιν αυτη παν δε τιμιον ουκ αξιον αυτης εστιν
16
μηκος γαρ βιου και ετη ζωης εν τη δεξια αυτης εν δε τη αριστερα αυτης πλουτος και δοξα [16α] εκ του στοματος αυτης εκπορευεται δικαιοσυνη νομον δε και ελεον επι γλωσσης φορει
17
αι οδοι αυτης οδοι καλαι και παντες οι τριβοι αυτης εν ειρηνη
18
ξυλον ζωης εστι πασι τοις αντεχομενοις αυτης και τοις επερειδομενοις επ' αυτην ως επι κυριον ασφαλης
19
ο θεος τη σοφια εθεμελιωσεν την γην ητοιμασεν δε ουρανους εν φρονησει
20
εν αισθησει αβυσσοι ερραγησαν νεφη δε ερρυησαν δροσους
21
υιε μη παραρρυης τηρησον δε εμην βουλην και εννοιαν
22
ινα ζηση η ψυχη σου και χαρις η περι σω τραχηλω [22α] εσται δε ιασις ταις σαρξι σου και επιμελεια τοις σοις οστεοις
23
ινα πορευη πεποιθως εν ειρηνη πασας τας οδους σου ο δε πους σου ου μη προσκοψη
24
εαν γαρ καθη αφοβος εση εαν δε καθευδης ηδεως υπνωσεις
25
και ου φοβηθηση πτοησιν επελθουσαν ουδε ορμας ασεβων επερχομενας
26
ο γαρ κυριος εσται επι πασων οδων σου και ερεισει σον ποδα ινα μη σαλευθης
27
μη αποσχη ευ ποιειν ενδεη ηνικα αν εχη η χειρ σου βοηθειν
28
μη ειπης επανελθων επανηκε και αυριον δωσω δυνατου σου οντος ευ ποιειν ου γαρ οιδας τι τεξεται η επιουσα
29
μη τεκτηνη επι σον φιλον κακα παροικουντα και πεποιθοτα επι σοι
30
μη φιλεχθρησης προς ανθρωπον ματην μη τι εις σε εργασηται κακον
31
μη κτηση κακων ανδρων ονειδη μηδε ζηλωσης τας οδους αυτων
32
ακαθαρτος γαρ εναντι κυριου πας παρανομος εν δε δικαιοις ου συνεδριαζει
33
καταρα θεου εν οικοις ασεβων επαυλεις δε δικαιων ευλογουνται
34
κυριος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν
35
δοξαν σοφοι κληρονομησουσιν οι δε ασεβεις υψωσαν ατιμιαν