1
τους εμους λογους υιε φοβηθητι και δεξαμενος αυτους μετανοει ταδε λεγει ο ανηρ τοις πιστευουσιν θεω και παυομαι
2
αφρονεστατος γαρ ειμι παντων ανθρωπων και φρονησις ανθρωπων ουκ εστιν εν εμοι
3
θεος δεδιδαχεν με σοφιαν και γνωσιν αγιων εγνωκα
4
τις ανεβη εις τον ουρανον και κατεβη τις συνηγαγεν ανεμους εν κολπω τις συνεστρεψεν υδωρ εν ιματιω τις εκρατησεν παντων των ακρων της γης τι ονομα αυτω η τι ονομα τοις τεκνοις αυτου ινα γνως
5
παντες λογοι θεου πεπυρωμενοι υπερασπιζει δε αυτος των ευλαβουμενων αυτον
6
μη προσθης τοις λογοις αυτου ινα μη ελεγξη σε και ψευδης γενη
7
δυο αιτουμαι παρα σου μη αφελης μου χαριν προ του αποθανειν με
8
ματαιον λογον και ψευδη μακραν μου ποιησον πλουτον δε και πενιαν μη μοι δως συνταξον δε μοι τα δεοντα και τα αυταρκη
9
ινα μη πλησθεις ψευδης γενωμαι και ειπω τις με ορα η πενηθεις κλεψω και ομοσω το ονομα του θεου
10
μη παραδως οικετην εις χειρας δεσποτου μηποτε καταρασηται σε και αφανισθης
11
εκγονον κακον πατερα καταραται την δε μητερα ουκ ευλογει
12
εκγονον κακον δικαιον εαυτον κρινει την δε εξοδον αυτου ουκ απενιψεν
13
εκγονον κακον υψηλους οφθαλμους εχει τοις δε βλεφαροις αυτου επαιρεται
14
εκγονον κακον μαχαιρας τους οδοντας εχει και τας μυλας τομιδας ωστε αναλισκειν και κατεσθιειν τους ταπεινους απο της γης και τους πενητας αυτων εξ ανθρωπων
15
τη βδελλη τρεις θυγατερες ησαν αγαπησει αγαπωμεναι και αι τρεις αυται ουκ ενεπιμπλασαν αυτην και η τεταρτη ουκ ηρκεσθη ειπειν ικανον
16
αδης και ερως γυναικος και ταρταρος και γη ουκ εμπιπλαμενη υδατος και υδωρ και πυρ ου μη ειπωσιν αρκει
17
οφθαλμον καταγελωντα πατρος και ατιμαζοντα γηρας μητρος εκκοψαισαν αυτον κορακες εκ των φαραγγων και καταφαγοισαν αυτον νεοσσοι αετων
18
τρια δε εστιν αδυνατα μοι νοησαι και το τεταρτον ουκ επιγινωσκω
19
ιχνη αετου πετομενου και οδους οφεως επι πετρας και τριβους νηος ποντοπορουσης και οδους ανδρος εν νεοτητι
20
τοιαυτη οδος γυναικος μοιχαλιδος η οταν πραξη απονιψαμενη ουδεν φησιν πεπραχεναι ατοπον
21
δια τριων σειεται η γη το δε τεταρτον ου δυναται φερειν
22
εαν οικετης βασιλευση και αφρων πλησθη σιτιων
23
και οικετις εαν εκβαλη την εαυτης κυριαν και μισητη γυνη εαν τυχη ανδρος αγαθου
24
τεσσαρα δε εστιν ελαχιστα επι της γης ταυτα δε εστιν σοφωτερα των σοφων
25
οι μυρμηκες οις μη εστιν ισχυς και ετοιμαζονται θερους την τροφην
26
και οι χοιρογρυλλιοι εθνος ουκ ισχυρον οι εποιησαντο εν πετραις τους εαυτων οικους
27
αβασιλευτον εστιν η ακρις και εκστρατευει αφ' ενος κελευσματος ευτακτως
28
και καλαβωτης χερσιν ερειδομενος και ευαλωτος ων κατοικει εν οχυρωμασιν βασιλεως
29
τρια δε εστιν α ευοδως πορευεται και το τεταρτον ο καλως διαβαινει
30
σκυμνος λεοντος ισχυροτερος κτηνων ος ουκ αποστρεφεται ουδε καταπτησσει κτηνος
31
και αλεκτωρ εμπεριπατων θηλειαις ευψυχος και τραγος ηγουμενος αιπολιου και βασιλευς δημηγορων εν εθνει
32
εαν προη σεαυτον εις ευφροσυνην και εκτεινης την χειρα σου μετα μαχης ατιμασθηση
33
αμελγε γαλα και εσται βουτυρον εαν δε εκπιεζης μυκτηρας εξελευσεται αιμα εαν δε εξελκης λογους εξελευσονται κρισεις και μαχαι