1
αυται αι παιδειαι σαλωμωντος αι αδιακριτοι ας εξεγραψαντο οι φιλοι εζεκιου του βασιλεως της ιουδαιας
2
δοξα θεου κρυπτει λογον δοξα δε βασιλεως τιμα πραγματα
3
ουρανος υψηλος γη δε βαθεια καρδια δε βασιλεως ανεξελεγκτος
4
τυπτε αδοκιμον αργυριον και καθαρισθησεται καθαρον απαν
5
κτεινε ασεβεις εκ προσωπου βασιλεως και κατορθωσει εν δικαιοσυνη ο θρονος αυτου
6
μη αλαζονευου ενωπιον βασιλεως μηδε εν τοποις δυναστων υφιστασο
7
κρεισσον γαρ σοι το ρηθηναι αναβαινε προς με η ταπεινωσαι σε εν προσωπω δυναστου α ειδον οι οφθαλμοι σου λεγε
8
μη προσπιπτε εις μαχην ταχεως ινα μη μεταμεληθης επ' εσχατων ηνικα αν σε ονειδιση ο σος φιλος
9
αναχωρει εις τα οπισω μη καταφρονει
10
μη σε ονειδιση μεν ο φιλος η δε μαχη σου και η εχθρα ουκ απεσται αλλ' εσται σοι ιση θανατω [10α] χαρις και φιλια ελευθεροι ας τηρησον σεαυτω ινα μη επονειδιστος γενη αλλα φυλαξον τας οδους σου ευσυναλλακτως
11
μηλον χρυσουν εν ορμισκω σαρδιου ουτως ειπειν λογον
12
εις ενωτιον χρυσουν σαρδιον πολυτελες δεδεται λογος σοφος εις ευηκοον ους
13
ωσπερ εξοδος χιονος εν αμητω κατα καυμα ωφελει ουτως αγγελος πιστος τους αποστειλαντας αυτον ψυχας γαρ των αυτω χρωμενων ωφελει
14
ωσπερ ανεμοι και νεφη και υετοι επιφανεστατοι ουτως οι καυχωμενοι επι δοσει ψευδει
15
εν μακροθυμια ευοδια βασιλευσιν γλωσσα δε μαλακη συντριβει οστα
16
μελι ευρων φαγε το ικανον μηποτε πλησθεις εξεμεσης
17
σπανιον εισαγε σον ποδα προς τον σεαυτου φιλον μηποτε πλησθεις σου μισηση σε
18
ροπαλον και μαχαιρα και τοξευμα ακιδωτον ουτως και ανηρ ο καταμαρτυρων του φιλου αυτου μαρτυριαν ψευδη
19
οδους κακου και πους παρανομου ολειται εν ημερα κακη
20
ωσπερ οξος ελκει ασυμφορον ουτως προσπεσον παθος εν σωματι καρδιαν λυπει [20α] ωσπερ σης ιματιω και σκωληξ ξυλω ουτως λυπη ανδρος βλαπτει καρδιαν
21
εαν πεινα ο εχθρος σου τρεφε αυτον εαν διψα ποτιζε αυτον
22
τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου ο δε κυριος ανταποδωσει σοι αγαθα
23
ανεμος βορεας εξεγειρει νεφη προσωπον δε αναιδες γλωσσαν ερεθιζει
24
κρειττον οικειν επι γωνιας δωματος η μετα γυναικος λοιδορου εν οικια κοινη
25
ωσπερ υδωρ ψυχρον ψυχη διψωση προσηνες ουτως αγγελια αγαθη εκ γης μακροθεν
26
ωσπερ ει τις πηγην φρασσοι και υδατος εξοδον λυμαινοιτο ουτως ακοσμον δικαιον πεπτωκεναι ενωπιον ασεβους
27
εσθιειν μελι πολυ ου καλον τιμαν δε χρη λογους ενδοξους
28
ωσπερ πολις τα τειχη καταβεβλημενη και ατειχιστος ουτως ανηρ ος ου μετα βουλης τι πρασσει